ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ:"ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ ΑΠΟΛΑΥΣΕΩΣ ΚΑΙ ΤΗΣ ΤΩΝ ΠΑΡΟΝΤΩΝ ΕΥΤΕΛΕΙΑΣ
ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ Ἀπολαύσεως, καὶ τῆς τῶν παρόντων
εὐτελείας
εὐτελείας
Patrologiae cursus completus.
Series graeca.
Edidit J.-P. Migne
γʹ. Ἐπεὶ οὖν τοσαῦτα τῶν πνευματικῶν τὰ ἐξαίρετα, καὶ πολλὴν ἔχει τὴν
εὐκολίαν, ἅτε πᾶσι τοῖς βουλομένοις δωρεὰν παραγινόμενα, τούτων μᾶλλον ἐρῶμεν,
τὰς σκιὰς ἀφέντες, καὶ μὴ τοὺς κρημνοὺς καὶ τοὺς σκοπέλους διώκοντες. Καὶ γὰρ ἵνα
τοῦτον τὸν ἔρωτα ὁ Θεὸς ἐπιτείνῃ, καὶ πρὸ τῆς τελευτῆς τοῦ κεκτημένου ταῦτα
ἀνθρώπου θάνατον αὐτοῖς συνεκλήρωσεν. Οἷόν τι λέγω· οὐχ ὅταν ὁ κεκτημένος ταῦτα
τελευτήσῃ, τότε καὶ αὐτὰ τελευτᾷ, ἀλλὰ καὶ ζῶντος ἔτι μαραίνεται ταῦτα καὶ
ἀποθνήσκει, ἵνα τὸ ἐπίκηρον αὐτῶν καὶ τοὺς σφόδρα αὐτῶν ἐρῶντας καὶ περὶ αὐτὰ
μεμηνότας τῆς χαλεπῆς ταύτης ἀπαγάγῃ λύττης, παιδεύοντα αὐτῶν τὴν φύσιν, καὶ
διδάσκοντα διὰ τῆς πείρας, ὅτι σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ταύτῃ τὸν ἔρωτα
καταλύοντα. Οἷον ὡς ἐπὶ παραδείγματος· ὁ πλοῦτος οὐχὶ τοῦ πλουτοῦντος μόνον
τελευτῶντος καταλύεται, ἀλλὰ καὶ ζῶντος μᾶλλον ἀπέστη. Ἡ νεότης τὸν ἔχοντα οὐχὶ
τελευτήσαντα μόνον, ἀλλὰ καὶ ἐμπνέοντα ἔτι ἀπολιποῦσα οἴχεται, ἐν τῇ τῆς ἡλικίας
ὁδῷ καταλύουσα, καὶ τῷ γήρᾳ παραχωροῦσα. Τὸ κάλλος ὁμοῦ καὶ ἡ εὐμορφία, ἔτι ζώσης
τῆς γυναικὸς, ἐτελεύτησε, καὶ πρὸς ἀμορφίαν μετέστη· αἱ δόξαι, αἱ δυναστεῖαι πάλιν
ὁμοίως· αἱ τιμαὶ, αἱ ἀρχαὶ, ἐφήμεροι καὶ πρόσκαιροι, καὶ τῶν ἐχόντων αὐτὰ ἀνθρώπων
θνητότεραι· καὶ ὥσπερ σωμάτων θανάτους ἔστι καθημερινοὺς ὁρᾷν, οὕτω καὶ
πραγμάτων. Τοῦτο δὲ γέγονεν, ἵνα τῶν παρόντων ὑπερορῶντες, τῶν μελλόντων
ἐχώμεθα, καὶ τῆς ἐκείνων ἐκκρεμώμεθα ἀπολαύσεως, καὶ ἐν τῇ γῇ βαδίζοντες, τῷ πόθῳ
ἐν οὐρανοῖς διατρίβωμεν. Καὶ γὰρ δύο τούτους αἰῶνας ἐποίησεν ὁ Θεὸς, τὸν μὲν
παρόντα, τὸν δὲ μέλλοντα· τὸν μὲν ὁρατὸν, τὸν δὲ ἀόρατον· τὸν μὲν αἰσθητὸν, τὸν δὲ
νοητόν· τὸν μὲν σωματικὴν ἔχοντα ἀνάπαυσιν, τὸν δὲ ἀσώματον· τὸν μὲν ἐν πείρᾳ, τὸν
δὲ ἐν πίστει· τὸν μὲν ἐν χερσὶ, τὸν δὲ ἐν ἐλπίσι· καὶ τὸν μὲν εἶναι στάδιον ἐκέλευσε, τὸν
δὲ βραβεῖον· καὶ 51.350 τούτῳ μὲν σκάμματα καὶ πόνους καὶ ἱδρῶτας συνεκλήρωσεν,
ἐκείνῳ δὲ στεφάνους καὶ ἔπαθλα καὶ ἀμοιβάς· τὸν μὲν πέλαγος, τὸν δὲ λιμένα
κατεσκεύασε· καὶ τὸν μὲν βραχὺν, τὸν δὲ ἀγήρω καὶ ἀθάνατον. Ἐπεὶ οὖν πολλοὶ τῶν
ἀνθρώπων τῶν νοητῶν ἐκείνων τὰ αἰσθητὰ προετίμων, συνεκλήρωσε τούτοις τὸ
3
ἐπίκηρον καὶ τὸ πρόσκαιρον, ἵνα ταύτῃ τῶν παρόντων ἀπαγαγὼν, τῷ ἔρωτι τῶν
μελλόντων μετὰ πολλῆς αὐτοὺς προσδήσῃ τῆς ἀκριβείας. Εἶτα ἐπειδὴ ἀόρατα ἦν ἐκεῖνα
καὶ νοερὰ, καὶ ἐν πίστει καὶ ἐν ἐλπίσιν, ὅρα τί ποιεῖ. Παραγενόμενος ἐνταῦθα, καὶ τὴν
σάρκα λαβὼν τὴν ἡμετέραν, καὶ τὴν θαυμαστὴν ἐκείνην οἰκονομίαν ἐργασάμενος, ὑπ'
ὄψιν ἄγει τὰ μέλλοντα, τὰς παχυτέρας καὶ ταύτῃ πληροφορῶν διανοίας. Ἐπειδὴ γὰρ
ἦλθε κομίζων πολιτείαν ἀγγελικὴν, καὶ τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ ταῦτα
ἐπιτάττων, ἃ τοῖς ἀσωμάτοις ἐξωμοίουν δυνάμεσι τοὺς μετιόντας, καὶ τοὺς ἀνθρώπους
ἀγγέλους ἐποίησε, καὶ πρὸς τὰς ἐλπίδας ἐκάλει τὰς ἄνω, καὶ μικρὰ σκάμματα διέτεινε,
καὶ ὑψηλότερα ἵπτασθαι ἐκέλευσε, καὶ πρὸς αὐτὰς ἀναβαίνειν τῶν οὐρανῶν τὰς ἁψῖδας,
καὶ πρὸς δαίμονας ἀποδύεσθαι, καὶ πρὸς ἅπασαν τοῦ διαβόλου τὴν φάλαγγα
παρατάττεσθαι, σῶμα ἔχοντας, σαρκὶ συμπεπλεγμένους, καὶ τὰ σώματα νεκροῦν, καὶ
τῶν παθῶν ἐξορίζειν τὸν θόρυβον, καὶ τὴν σάρκα ἁπλῶς περικεῖσθαι, τὴν ἅμιλλαν δὲ
πρὸς τὰς ἀσωμάτους δυνάμεις τείνασθαι...
Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ διὰ
λόγων παιδευθέντες, καὶ δι' ὀφθαλμῶν διδαχθέντες, τοιαύτην ἐπιδειξώμεθα πολιτείαν,
ἵνα ἐν νεφέλαις ἁρπαγέντες ἀεὶ μετ' αὐτοῦ διατρίβοντες ὦμεν, σωζόμενοι 51.354 καὶ τῇ
αὐτοῦ χάριτι, καὶ τῶν μελλόντων ἀπολαύοντες ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς
ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι,
δόξα, κράτος, τιμὴ, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν..
(Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
http://khazarzar.skeptik.net/pgm/ )
Σχόλια
Δημοσίευση σχολίου
Τα σχόλιά σας είναι ευπρόσδεκτα όταν διατυπώνονται με ευπρέπεια και ευγένεια.