Παρασκευή, 23 Δεκεμβρίου 2011

Εἰς τὴν Χριστοῦ γέννησιν λόγος - Ἰωάννου τοῦ Χρυσοστόμου






Καλῶς καὶ ὠφελίμως οἱ προλαβόντες ἱερεῖς καὶ τὴν ἡμέραν ἐγκωμιάσαντες, τὸν Δεσπότην τῆς ἡμέρας ἐδόξασαν καὶ ἡμᾶς τοὺς ἀκροατὰς πνευματικῶς ᾠκοδόμησαν.
Ἐχρῆν μὲν ἡμᾶς τοὺς ἀμαθεῖς σιωπᾶν, ἐπειδὴ μάλιστα καὶ ἡ σὰρξ ἀσθενὴς καὶ ἡ γλῶσσα τραυλὴ καὶ ἡ διάνοια ῥᾳθυμοτέρα καθέστηκεν.
Ἀναγκαζόμεθα δι' ὑμᾶς τοὺς ἀκροατὰς τὸν εὐτελέστατον ἡμῶν λόγον ἐν τῇ ἐκκλησίᾳ προβάλλεσθαι, ἵνα καὶ τὴν ἡμέραν ἐγκωμιάσωμεν καὶ ὑμᾶς εἰς ζῆλον θεοσεβείας προκαλεσώμεθα.
Σήμερον Χριστὸς ἐτέχθη καὶ κόσμος ἐφωτίσθη·
σήμερον Χριστὸς ἐν φάτνῃ καὶ διάβολος ἐνεπαίχθη·
σήμερον Πέρσαι καὶ πάντα τὰ ἔθνη διὰ τοῦ ἀστέρος εὐαγγελίζονται,
Ἡρώδης δὲ καὶ ἡ συναγωγὴ διὰ τῶν μάγων θορυβοῦνται·
σήμερον Ἰωσὴφ καὶ Μαρία καὶ Χριστὸς ἐν τῷ σπηλαίῳ,
ὡς Ἀβραὰμ καὶ Σάρρα καὶ Ἰσαὰκ ἐν τῇ σκηνῇ,
Ἡρώδης δὲ καὶ ἡ συναγωγή, ὡς Ἄγαρ καὶ Ἰσμαὴλ ἐν τῇ ἐρήμῳ.
Σήμερον Ἡρώδης μαίνεται καὶ μάγοι ἀγάλλονται·
ἐκεῖνοι τὰ δῶρα καὶ οὗτος τὸ ξίφος·
τοῖς μάγοις ὁ ἀστὴρ ὁδὸς εἰς σωτηρίαν, τῷ Ἡρώδῃ οἱ ἀρχιερεῖς ὁδὸς εἰς φόνον·
τὰ ἔθνη τὰ βάρβαρα χρυσὸν καὶ λίβανον καὶ σμύρναν...

καὶ οἱ νομομαθεῖς Ἰουδαῖοι ξύλον καὶ ἥλους καὶ λόγχην·
ἱππεῖς καὶ τοξόται ἄνδρες τούτων καταφρονήσαντες,
τὰ δῶρα λαβόντες, τῷ ἀστέρι ἠκολούθησαν·
καὶ οἱ τὸν νόμον καὶ τοὺς προφήτας ἀναγινώσκοντες,
τούτων καταφρονήσαντες, τὸν Δεσπότην τούτων ἐσταύρωσαν·
ἐκεῖνοι τὸν ἐν σπαργάνοις Ἐσφιγμένον τιμῶσιν·
οὗτοι δὲ τὸν ἐν σημείοις καὶ τέρασι ἀθετοῦσιν.
Ἐκεῖνοι τὸν ἀστέρα ἰδόντες, ἀπὸ ἀπιστίας εἰς πίστιν μετῆλθον·
οὗτοι δὲ τὸν Σωτῆρα ἰδόντες, ἀπὸ θεοσεβείας εἰς ἀσέβειαν ἐτράπησαν.
Ἐκεῖνοι τοὺς θεοὺς αὐτῶν καταλείψαντες, αὐτὸν τὸν Χριστὸν περιέρχονται ζητοῦντες·
οὗτοι δὲ τὸν Χριστὸν καταλείψαντες, τὸν Βαραββᾶν ἔχειν οἱ ἄθλιοι αἰτοῦνται.
Σήμερον τὰ ἔθνη ὡς ἀρνία σκιρτῶσιν, ἔχοντες τὸν Χριστὸν μεθ' ἑαυτῶν·
οἱ δὲ Ἰουδαῖοι ὡς κηρίον τήκονται, τὸν ἀντίχριστον ἐκδεχόμενοι.
Ὅτι δὲ ἀντίχριστον δέχονται οἱ Ἰουδαῖοι, μάρτυς ὁ Χριστός·
ἐὰν γάρ, φησίν, ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψονται.

Σήμερον αἱ ἐκκλησίαι τῶν ὀρθοδόξων καθάπερ λειμῶνες ῥόδων καὶ κρίνων καὶ ἴων τὴν πνευματικὴν αὐτῶν εὐωδίαν τῷ Θεῷ ἀναπέμπουσιν.
Αἱ δὲ τῶν αἱρετικῶν παρασυνάξεις, καθάπερ σκοτεινόχροα ἄνθη, ἀντὶ εὐωδίας δυσωδίαν οἱ ἄθλιοι πνέουσιν.
Σήμερον ὁ Θεὸς λόγος δι' ἡμᾶς ἄνθρωπος ἐγένετο,
καὶ ὁ θνητὸς ἄνθρωπος ἀθάνατος κατὰ χάριν γεγένηται.
Σήμερον Μαρία ἔτεκε καὶ κόσμος ἐφωτίσθη,
ἐκείνη ἐν τῷ σπηλαίῳ καὶ ἡ οἰκουμένη ἐν τῇ ἐκκλησίᾳ.
Τίς δὲ ἦν χρεία τῆς ἐκ Μαρίας γεννήσεως·
ἵνα ἡμεῖς τῷ ὁμοιοπαθεῖ προσελθόντες ζωὴν καὶ ἀφθαρσίαν κληρονομήσωμεν.
Γεννᾶται Χριστὸς ἐκ Μαρίας, ἵνα τοὺς ἀποστόλους ἐκλέξηται ἵνα τοὺς ἀσθενεῖς θεραπεύσῃ, ἵνα τοὺς νεκροὺς ἐγείρῃ, ἵνα τοὺς λεπροὺς καθαρίσῃ, ἵνα τοὺς ἐνεργουμένους ἐλευθερώσῃ.
Γεννᾶται ἐκ Μαρίας, ἵνα τὰ ἔθνη φωτίσῃ, ἵνα τοὺς Ἰουδαίους διδάξῃ, ἵνα τὸ βάπτισμα ἀνοίξῃ, ἵνα τὸν προδότην ἐλέγξῃ, ἵνα Ζακχαῖον καλέσῃ, ἵνα τὸν Ναθαναὴλ μακαρίσῃ.
Γεννᾶται ἐκ Μαρίας, ἵνα τὸν ἀπατήσαντα τὴν Εὔαν ὄφιν ἀποκτείνῃ, ἵνα τὸν Ἀδὰμ διὰ τοῦ λῃστοῦ εἰς τὸν παράδεισον εἰσαγάγῃ, ἵνα τὸ σῶμα αὐτοῦ καὶ τὸ αἷμα εἰς ἄφεσιν ἁμαρτιῶν ἡμῖν χαρίσηται.
Τίνος δὲ ἕνεκεν μορφὴν δούλου ἀνέλαβεν;
ἵνα καὶ οἱ δοῦλοι προσελθόντες αὐτῷ ἐλευθερωθῶσιν, ...
ἵνα τὸ θυσιαστήριον πήξῃ.
∆ιὰ τί δὲ ἐταπείνωσεν ἑαυτόν;
ἐπειδὴ ἡμεῖς οὐκ ἠδυνάμεθα προσεγγίσαι τῇ ἀκράτῳ αὐτοῦ θεότητι.
Καὶ γὰρ οἱ σοφοὶ τῶν θηρευτῶν τοῦτο ποιοῦσι·
ὁ βουλόμενος στρουθίον θηρεῦσαι, στρουθίον προβάλλεται·
ὁ βουλόμενος πέρδικα θηρεῦσαι, πέρδικα προβάλλεται·
ὁ βουλόμενος περιστερὰν θηρεῦσαι, περιστερὰν προβάλλεται, ἵνα τὸ ὅμοιον διὰ τοῦ ὁμοίου θηρευθῇ.
Οὕτως καὶ ὁ Χριστὸς ἐποίησεν·
τοὺς ἀνθρώπους διὰ τοῦ ἀνθρώπου ἐσαγήνευσεν,
τὸν διάβολον διὰ τῆς ταπεινοφροσύνης κατεπάτησεν,
τὸν Σατανᾶν διὰ τῆς ἀνοχῆς αὐτοῦ ἐσκύλευσεν,
καὶ τοῖς τὰς ἐντολὰς Αὐτοῦ φυλάττουσι τὴν βασιλείαν τῶν οὐρανῶν ἡτοίμασεν.
Σήμερον ἄγγελοι δοξολογοῦσι καὶ ἄνθρωποι προσκυνοῦσι καὶ νεκροὶ ἱκετεύουσιν.
Σήμερον τρεῖς τάξεις δῶρα αὐτῷ προσφέρουσιν·
τὸν χρυσὸν ὡς βασιλεῖ ἄνθρωποι, λίβανον ὡς Θεῷ ἄγγελοι, σμύρναν νεκροὶ ὡς †διὰ τῶν νεκρῶν†.
∆ιάφορα εἴδη προσφέρουσιν, ἐπειδὴ γένη διάφορα τὴν προσκύνησιν Αὐτῷ σήμερον ἄγουσιν.
∆εῦτε οὖν ὅσοι τῶν ἐμῶν λόγων ἀκροαταὶ τυγχάνετε, χριστιανικῶς ἑορτάσωμεν σήμερον.
Πῶς ἔσται τοῦτο;
μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδώσωμεν, ὅτι γέγραπται ἐν παροιμίαις·
ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν·
τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Μὴ αἴτιος σκανδάλου γίνου, ὅτι λέγει ἐν εὐαγγελίοις ὁ Κύριος·
ἀμὴν λέγω ὑμῖν·
ὅστις σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ῥιφῇ εἰς τὴν θάλασσαν.
Μετάδος τῷ δεομένῳ στέγης, σκέπης, σιτίων, ὁ ὑπὲρ τὴν χρείαν τούτοις χρώμενος·
ὅτι πάλιν φησὶν ὁ Κύριος·
μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μὴ μέγα φρόνει·
ὁ γὰρ δοκῶν τι εἶναι μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ.
Τοὺς ἱερεῖς ὑμῶν πολλῆς τιμῆς καὶ δορυφορίας ἀξιώσατε·
Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.
Ἀπέχεσθε πορνείας καὶ πνικτοῦ καὶ αἵματος.
Ἐπικατάρατος γὰρ ἐναντίον Κυρίου ὁ ἐσθίων αἷμα ἢ πνικτὸν ἢ θηριάλωτον ἢ πετεινόθνητον ἢ θηράθνητον ἐν παγίδι τεθνηκός·
καὶ ἐξολοθρευθῇ ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ.
Τὴν συνήθειαν τῶν ὅρκων ἐκκόψατε, τὸν γεννηθέντα Χριστὸν δοξάζοντες, ὅτι αὐτῷ πρέπει τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

0 σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλιά σας είναι ευπρόσδεκτα όταν διατυπώνονται με ευπρέπεια και ευγένεια.