Δευτέρα, 1 Μαρτίου 2010

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΛΟΓΟΙ ΑΠΟΔΕΙΚΤΙΚΟΙ ΔΥΟ ΠΕΡΙ ΕΚΠΟΡΕΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ






 Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab
  Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
.ΛΟΓΟΣ ΠΡΩΤΟΣ. (σελ. 68)
Πρόλογος
Πάλιν ὁ δεινός καί ἀρχέκακος ὄφις, τήν ἑαυτοῦ κεφαλήν καθ᾿ ἡμῶν διαιρών,
ὑποψιθυρίζει τά τῆς ἀληθείας ἀντίθετα. Μᾶλλον δέ τήν μέν κεφαλήν τῷ τοῦ
Χριστοῦ σταυρῷ συντριβείς, τῶν δέ κατά γενεάς πειθομένων ταῖς ἀπολουμέναις
ὑποθήκαις αὐτοῦ κεφαλήν ἑαυτοῦ ποιούμενος ἕκαστον καί οὕτω πολλάς ἀντί μιᾶς
κατά τήν ὕδραν ἀναδούς κεφαλάς, δι᾿ αὐτῶν ἀδικίαν εἰς τό ὕψος λαλῶν οὐκ
ἀνίησιν. Οὕτως Ἀρείους, οὕτως Ἀπολιναρίους, οὕτως Εὐνομίους καί Μακεδονίους,
οὕτω πλείστους ἑτέρους προσαρμοσάμενος τῷ αὐτοῦ προσφύντας ὁλκῷ, διά τῆς
ἐκείνων γλώττης τόν οἰκεῖον κατά τῆς ἱερᾶς Ἐκκλησίας ἐπαφῆκεν ἰόν, ἀντ᾿
ὀδόντων ἰδίων τοῖς ἐκείνων λόγοις χρησάμενος καί περιπείρας τούτους τῇ τῆς
εὐσεβείας ἀρχῇ, οἷόν τινι ρίζῃ νεαρῶς καλόν τεθηλότος φυτοῦ καί καρποῖς
ὡραιοτάτοις βρίθοντος, οὐ μήν τούτῳ καί λυμήνασθαι ἴσχυσε˙ καί γάρ ὑπ᾿ αὐτῶν
τῶν δηχθέντων αὖθις συνετρίβη τάς μύλας, ὑπό τῶν ὡς ἀληθῶς κεφαλήν ἑαυτῶν
ποιησαμένων Χριστόν.
Οὗτος τοίνυν ὁ νοητός καί διά τοῦτο μᾶλλον ἐπάρατος ὄφις, τό πρῶτον καί
μέσον καί τελευταῖον κακόν, ὁ πονηρός καί τήν χαμερπῆ καί γηΐνην πονηρίαν ἀεί
σιτούμενος, ὁ τῆς πτέρνης, δηλαδή τῆς ἀπάτης, ἐπιτηρητής ἀκάματος, ὁ πρός πᾶσαν
θεοστυγῆ δόξαν ποριμώτατος σοφιστής καί ἀμηχάνως εὐμήχανος, μηδαμῶς
ἐπιλελησμένος τῆς οἰκίας κακοτεχνίας, διά τῶν αὐτῷ πειθηνίων Λατίνων περί Θεοῦ
καινάς εἰσφέρει φωνάς, (σελ. 70) μικράν μέν δοκούσας ἔχειν ὑπαλλαγήν, μεγάλων
δέ κακῶν ἀφορμάς καί πολλά καί δεινά φερούσας, τῆς εὐσεβείάς ἔκφυλά τε καί
ἄτοπα, καί τοῖς πᾶσι φανερῶς δεικνύσας, ὡς οὐ μικρόν ἐν τοῖς περί Θεοῦ τό
παραμικρόν. Εἰ γάρ ἐφ᾿ ἑκάστου τῶν καθ᾿ ἡμᾶς ὄντων ἑνός ἀτόπου τήν ἀρχήν
δοθέντος πολλά τά ἄτοπα γίνεται, πῶς οὐ μᾶλλον ἐπί τῆς κοινῆς ἁπάντων ἀρχῆς καί
τῶν κατ᾿ αὐτήν οἷον ἀναποδείκτων ἀρχῶν ἑνός ἀήθους δοθέντος οὐκ εὐσεβῶς
πολλά γενήσεται παρά τοῦτο τά ἀτοπήματα;...

Πρός ἅ καί φανερῶς τό Λατίνων γένος ἐκπεπτώκασιν ἄν, εἰ μή παρ᾿ ἡμῶν
ἀντιλεγόντων τῇ καινοφωνίᾳ τοῦ δόγματος τῆς κακοδοξίας τό πλεῖστον περιῃρεῖτο.
Καί γάρ ἐπί τοσοῦτον ἔστιν ὅτε συστέλλονται ὡς καί διανοίας ἡμῖν εἶναι τῆς αὐτῆς
λέγειν, διαφωνοῦντας τοῖς ρήμασι, σφῶν αὐτῶν ὑπ᾿ ἀπορίας καταψευδόμενοι.
Ἡμῶν γάρ οὐχί καί ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ λεγόντων εἶναι τήν τοῦ ἁγίου
Πνεύματος ὕπαρξιν, ἐκείνων δέ καί ἐκ τῆς τοῦ Υἱοῦ, τῶν ἀδυνάτων εἰς μίαν
ἀμφοτέρους συνάγεσθαι ἔννοιαν˙ εἷς γάρ ὁ μονογενής καί μία ἡ τοῦ Πνεύματος
ὕπαρξίς ἐστιν. Ἡ γοῦν ἀπόφασις τῇ καταφάσει ἀεί ἀντίκειται καί ἀεί ψευδής ἡ ἑτέρα,
εἰ ἀληθής ἡ ἑτέρα˙ καί τό αὐτό περί τοῦ αὐτοῦ καταφῆσαι καί ἀποφῆσαι σύν ἀληθείᾳ
οὐκ ἔνι.
Ἀλλ᾿ ὡς μέν ἡμῖν οὐ λέγουσι μόνο ἀλλά καί φρονοῦσι τά ἐναντία, οὐδείς οἶμαι
τῶν εὖ φρονούντων καί μή ὁμοφρονούντων ἐκείνοις ἀντερεῖ. Ὡς δέ οὐχ ἡμῖν
μόνον, ἀλλά καί αὐτῷ τῷ τῆς ἀληθείας ἀντιδογματίζουσι λόγῳ, ὅς παρ᾿ ἡμῖν
ἀμείωτος καί ἀναυξής καί τό πᾶν ἀμεταποίητος διαπεφύλακται, πάντες μέν ὑμεῖς
καί χωρίς ἀποδείξεως ἀκριβῶς ἴστε, τό τῶν εὐσεβούντων λέγω πλήρωμα.
Δειχθήσεται δέ ὅμως, (σελ.72) Θεοῦ διδόντος, καί διά τοῦδε τοῦ λόγου, ὡς ἄν καί
«πᾶν στόμα» τό ἀντιλέγον «φραγῇ», καί πρός μίαν ὁμολογίαν στηριχθῇ τό
ἀμφίρροπον.
Ἀλλ᾿ ὦ Θεέ τοῦ παντός, ὁ μόνος δοτήρ καί φύλαξ τῆς ἀληθινῆς θεολογίας καί
τῶν κατ᾿ αὐτήν δογμάτων καί ρημάτων, ἡ μόνη μοναρχικωτάτη τριάς, οὐ μόνον ὅτι
μόνη τοῦ παντός ἄρχεις, ἀλλ᾿ ὅτι καί μίαν ἐν σεαυτῇ μόνην ἔχεις ὑπεράρχιον ἀρχήν,
τήν μόνην ἀναίτιον μονάδα, ἐξ ἧς προάγεσθον καί εἰς ἥν ἀνάγεσθον ἀχρόνως καί
ἀναιτίως ὁ Υἱός τε καί τό Πνεῦμα, Πνεῦμα τό ἅγιον, τό κύριον, τό ἐκ Θεοῦ Πατρός
ἐκπορευτῶς τήν ὕπαρξιν ἔχον, καί δι᾿ Υἱοῦ τοῖς ὀρθῶς πιστεύουσιν εἰς σέ καί
διδόμενον καί πεμπόμενον καί φαινόμενον˙ Υἱέ μονογενές, ἐκ Θεοῦ Πατρός
γεννητῶς τήν ὕπαρξιν ἔχων καί διά τοῦ ἁγίου Πνεύματος ταῖς καρδίαις τῶν εἰς σέ
πιστευόντων ἐμμορφούμενος καί ἐνοικῶν καί ἀοράτως ὁρώμενος˙ Πάτερ ἀγέννητε
μόνε καί ἀνεκπόρευτε, καί, τό σύμπαν εἰπεῖν, ἀναίτιε, ὁ μόνος πατήρ τῶν
ἀνεκφοιτήτων καί ὁμοτίμων σοι φώτων, ἕν κράτος, μία δύναμις, ἡ δημιουργός τῶν
ποιητῶν καί ὑπό χεῖρά σοι φώτων, ἡ πάσης γνώσεως δότειρα, ἡ πολυειδεῖς ἰδέας
παραγαγοῦσα γνωστικῶν τε καί γνωστῶν καί καταλλήλως τοῖς γινώσκουσι καί
φυσικῶς ἐνθεῖσα τάς γνώσεις, τοῖς μέν νοεροῖς ἁπλᾶς καί ἀπαθεῖς νοήσεις, τοῖς δέ
αἰσθητικοῖς πολυμερεῖς καί παθητάς αἰσθήσεις, τοῖς δέ μικτοῖς ἡμῖν ἀμφότερα˙ ἡ καί
τήν περί σοῦ κατά τό ἐγχωροῦν γνῶσιν μόνοις τοῖς λογικοῖς σου κτίσμασιν ἀφάτῳ
χρηστότητι χαριζομένη, δός καί ἡμῖν ἀρτίως εὐαρέστως σοι θεολογῆσαι καί τοῖς ἀπ᾿
αἰῶνος ἔργῳ σοι καί λόγῳ εὐαρεστήσασι συμφώνως˙ ὡς ἄν καί τούς μή θεαρέστως σε
θεολογοῦντας ἀπελέγξωμεν, καί τούς ἐν ἀληθείᾳ σε ζητοῦντας πρός τήν ἀλήθειαν
στηρίξωμεν, ἵνα σε γινώσκωμεν πάντες μίαν μόνην πηγαίαν θεότητα, τόν μόνον
Πατέρα τε καί προβολέα, (σελ. 74) καί σοῦ Υἱόν ἕνα καί Υἱόν μόνον, ἀλλ᾿ οὐχί καί
προβολέα, καί σόν ἕν Πνεῦμα ἅγιον, καί πρόβλημα μόνον, ἀλλ᾿ οὐχί καί ποίημα˙ καί
δοξάζοιμεν ἕνα Θεόν, ἐν μιᾷ μέν καί ἁπλῇ, πλουσίᾳ δ᾿ , ἵν᾿ οὕτως εἴπω, καί
ἀστενοχωρήτω θεότητι, καί ἀντιδοξαζοίμεθα παρά σοῦ ἐν πλουσίᾳ θεώσει καί
τρισσοφαεῖ φωτοχυσίᾳ, νῦν καί εἰς τούς ἀκαταλήπτους αἰῶνας. Ἀμήν.
Κοινή μέν ἥδε ἡ εὐχή πᾶσι τοῖς μίαν σέβουσιν ἀρχήν. Ὑμεῖς δέ τί φατε οἱ τάς δύο
λέγοντες ἐπί τῆς θεότητος ἀρχάς; Τί γάρ, εἰ μή φανερῶς τοῦτο λέγετε, ἀλλ᾿ ἐξ ὧν
λέγετε τοῦτο συνάγεται; Τοιαῦτα τά βαθέα τοῦ Σατανᾶ, τά τοῦ πονηροῦ μυστήρια, ἅ
τοῖς ὑπέχουσιν αὐτῷ τά ὦτα ψιθυρίζει οὐ χαλῶν καί ὑπεκκλύων τόν τόνον τῆς
φωνῆς, ἀλλά τό βλαβερόν ὑποκρύπτων τοῦ νοήματος. Οὕτως καί τῇ Εὔᾳ, ὡς ἐγᾦμαι,
ἐψιθύρισεν.
Ἀλλ᾿ ἐμεῖς διδαχθέντες ὑπό τῆς θεοσοφίας τῶν Πατέρων αὐτοῦ τά νοήματα μή
ἀγνοεῖν, ἀφανῆ τήν ἀρχήν ὡς ἐπίπαν τοῖς πολλοῖς τυγχάνοντα, οὐδέποτ᾿ ἄν ὑμᾶς
κοινωνούς δεξαίμεθα μέχρις ἄν καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα λέγητε.
Ἆρα γάρ οὕτω λέγοντες οὐ φανερῶς διατελεῖτε προστιθέντες πρῶτον μέν τῇ
περί τοῦ ἁγίου καί προσκυνητοῦ Πνεύματος ἐκφαντορικῇ θεολογίᾳ τῆς
αὐτοαληθείας Χριστοῦ, ὅς Θεός ὤν προαιώνιος δι᾿ ἡμᾶς καί θεολόγος ἐγεγόνει, ὅς
αὐτόχρημα ὤν ἀλήθεια διά φιλανθρωπίαν κῆρυξ ἡμῖν ἀναπέφηνε τῆς ἀληθείας, ὅς
διά τοῦτο εἰς τόν κόσμον ἦλθεν, ἵνα μαρτυρήσῃ τῇ ἀληθείᾳ, οὗ καί πᾶς ὁ ὤν ἐκ τῆς
ἀληθείας καί ταύτην ἐν ἀληθείᾳ ζητῶν, ἐπαΐει τῆς ἀληθινῆς φωνῆς;
Ἆρ᾿ οὖν οὐ πρώτῳ μέν τούτῳ ἀντιπίπτετε τῷ καί πρώτῳ πάντων οὕτω
θεολογήσαντι («τό Πνεῦμα γάρ, φησί, τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός
ἐκπορεύεται»), ἔπειτα τοῖς αὐτόπταις (σελ.76) καί αὐτηκόοις γεγενημένοις μαθηταῖς
καί ἀποστόλοις αὐτοῦ, μᾶλλον δέ πρό τούτων καί αὐτῷ τῷ ἁγίῳ Πνεύματι, ὅ καί
ἦλθε κατά τήν δεδομένην ὑπό τοῦ Σωτῆρος αὐτοῖς ἐπαγγελίαν, ὅ καί ἐδίδαξεν
αὐτούς τά πάντα, ὅ τοῦτο οὐκ ἐδίδαξεν ὡς οὐκ ἐκ μόνου τοῦ Πατρός ἐκπορεύεται
τῶν φώτων, ἀλλά καί ἐκ τοῦ Υἰοῦ; Εἰ γάρ οὕτω τούτους ἐδίδαξε, καί ἡμᾶς ἄν οὗτοι
ὁμοίως ἐδίδαξαν.
Ἐπεί καί διά τοῦτο διδαχθέντες τε καί φωτισθέντες ἀπεστάλησαν, ἵνα διδάξωσιν
ὡς ἐδιδάχθησαν, ἵνα φωτίσωσιν ὡς ἐφωτίσθησαν, ἵνα κηρύξωσιν ἐν παρρησίᾳ, ὅ εἰς
τό οὖς ἀκούσειαν, τουτέστιν οὐκ ἐν ἐπηκόῳ πάντων, ἵν᾿ εἴπωσιν ἐν τῷ φωτί,
δηλονότι φανερῶς τοῖς πᾶσιν, ἅ τούτοις εἴρηται ἐν τῇ σκοτίᾳ, ὡς ἔγωγ᾿ ἄν φαίην, δι᾿
ἀποκαλύψεως ἐν ὑπερφώτῳ γνόφῳ, ἔστω δέ καί παραβολικῶς, καί οἷος ὁ παρά τῷ
Σολομῶντι σκοτεινός λόγος ὁ τῷ μετειληχότι τῆς σοφίας τρανούμενος. Εἰ δέ βούλει,
τό κατά μόνας ἡ σκοτία δηλούτω καί ἀποκρύφως καί μήπω τοῖς πολλοῖς
ἐγνωσμένως.
Ἀλλά πρός ὅ νῦν ἡμῖν ὁ λόγος, ὅ μή τούτοις εἴρηται τοῖς παρρησιασαμένοις τήν
ἀλήθειαν, ὅ μή ἀνήγγειλε τό Πνεῦμα τό πᾶσαν ἀπαγγεῖλαν τήν ἀλήθειαν, ὅ μή
ἐμαρτύρησεν ἤ ἐγνώρισεν ὁ πάντα ὅσα ἤκουσε παρά τοῦ Πατρός τοῖς ἀγαπητοῖς
γνωρίσας, καί διά τοῦτο ἐλθών, ἵνα μαρτυρήσῃ τῇ ἀληθείᾳ, πῶς ὑμεῖς τοῦτο τολμᾶτε
λέγειν οὕτως ἔκφυλον εἰσάγοντες προσθήκην ἐν τῷ τῆς πίστεως ὅρῳ, ὅν οἱ
πρόκριτοι πατέρες κοινῇ συνειλεγμένοι πνευματοκινήτως, σύμβολον ἀψευδοῦς
δόξης τῆς εἰς Πατέρα καί Υἱόν καί ἅγιον Πνεῦμα καί βάσανον εἰλικρινοῦς
θεογνωσίας καί ὁμολογίαν ἀσφαλῆ πᾶσι τοῖς ὀρθοτομεῖν προῃρημένοις τόν λόγον
τῆς ἀληθείας συνεγράψαντό τε καί παραδεδώκασιν;
Ἥν γάρ ὑπολογίζεσθε πρόφασιν, ὡς ἔστιν ὧν λεγόντων οὐκ ἴσον εἶναι τῷ Πατρί
τόν Υἱόν, ὅτι μή καί αὐτός (σελ.78) ἔχει τό ἐκπορεύειν, ὑμεῖς ἴσον δεικνύναι
σπεύδοντες τήν προσθήκην εἰσηνέγκατε ταύτην, οὐδαμόθεν ἔχει τό εὔλογον. Εἰ γάρ
τινες φαῖεν χρῆν εἶναι καί τό γεννᾶν ἔχειν τοῦτον, ὡς μή τούτου προσόντος τό ἴσον
ἀφαιρουμένου, ἀνάγκη προστιθέναι καί τοῦτο πειθομένους τοῖς ἀσυνέτοις˙ καί
ἁπλῶς μή μείζω λέγειν τῷ αἰτίῳ τοῦ Υἱοῦ τόν Πατέρα, ἵνα μή τό πρός αὐτόν ἴσον τοῦ
Υἱοῦ ἀθετήσωμεν.
Ὅπερ ἄρα δοκεῖτε καί ὑποβάλλειν δολίως πρός ἀντίθεσιν τῶν εὐαγγελικῶν
δογμάτων καί διδαγμάτων˙ ὁ γάρ καί τόν Υἱόν αἴτιον θεότητος λέγων αὐτόν ἀθετεῖ
τόν Υἱόν ἐν τῷ εὐαγγελίῳ σαφῶς εἰπόντα «ὁ πατήρ μου μείζων μού ἐστιν», οὐχ ὡς
ἀνθρώπου μόνον, ἀλλά καί ὡς Θεοῦ, τῷ τῆς θεότητος αἰτίῳ. Διό καί οὐχ ὁ Θεός
εἶπεν, ἀλλ᾿ ὁ Πατήρ˙ οὐ γάρ ὡς Θεός μείζων τοῦ Υἱοῦ, ἄπαγε τῆς ἀσεβείας, ἀλλ᾿ ὡς
αἴτος θεότητος, καθάπερ καί οἱ θεοφόροι πατέρες ἡμῖν ἡρμήνευσαν. Τούτοις οὖν ὡς
ἔοικε τοῖς θεοφόροις καί Χριστῷ τῷ Θεῷ τῶν θεοφόρων ἀντιλέγετε, τῷ Πατρί τόν
Υἱόν οὐκ ἴσον κατά τό αἴτιον λέγουσιν.
Ἀλλ᾿ ἡμεῖς καί τό ἴσον ἴσμεν τοῦ Υἱοῦ πρός τόν Πατέρα κατά τήν φύσιν καί τό
μεῖζον τοῦ Πατρός ὁμολογοῦμεν κατά τό αἴτιον, ὅπερ ἄμφω, τό τε γεννᾶν καί
ἐκπορεύειν, συμπεριβάλλει. Καί αὐτοῖς δέ τοῖς συγγραψαμένοις τήν ἀρχήν ὑπέρ τῆς
πρός τόν Πατέρα τοῦ Υἱοῦ συμφυΐας, ταὐτό δ᾿ εἰπεῖν ὁμοτιμίας, οὔσης τῆς ἀγωνίας,
χωρίς τῆς παρ᾿ ὑμῶν προσθήκης ἀποχρῶν ἐνομίσθη τό τῆς πίστεως σύμβολον.
Οὐκοῦν εὐλόγως οὐδέ εὐσεβῶς ταύτην εἰσάγειν τήν προσθήκην ἐν τῷ τῆς
πίστεως ὅρῳ, ὅν οἱ πρόκριτοι πατέρες κοινῇ συνειλεγμένοι, πνευματικινήτως
συνεγράψαντό τε καί παραδεδώκασιν. Ὧ καί προσθῆναι ἤ ἀφελεῖν ὅλως οὐκ ἐφεῖται
(σελ. 80) μετά τήν τῷ χρόνῳ δευτερεύουσαν ἐκείνης τῶν ἁγίων σύνοδον, δι᾿ ἧς καί ὁ
τοῦτο τολμήσων ἀραῖς ὑποβάλλεται καί τῆς ἐκκλησίας ἐκβάλλεται, καί ταῦτα
προσθήκην οὐκ εἰρημένην ὡς εἴρηται τῷ λόγῳ, οὐκ ἀποκεκαλυμμένην τῷ Πνεύματι,
οὐχ εὑρημένην ἐν τοῖς τῶν ἁγίων ἀποστόλων ἀναγράπτοις λογίοις.
Οἷς συμφώνως καί οἱ ἐκθέμενοι τόν τῆς πίστεως τοῦτον θεῖον ὅρον ἐξέθεντο καί
οἱ μετ᾿ αὐτούς γεγονότες συνέθεντο, εἰ καί μή συνεξέθεντο. Οὐ γάρ ἔχετε λέγειν, ὡς
οὐχί οὕτως οἱ μέν ἐξέθεντο, οἱ δέ τοῖς τήν ἀρχήν ἐκθεμένοις συνέθεντο, ὑπό τε τῶν
ἀναγραψάντων τά καθέκαστα τῶν ἁγίων ἁπασῶν συνόδων ἐξελεγχόμενοι, καί
αὐτῆς τῆς ἐξ ἐκείνων μέχρι καί νῦν, μᾶλλον δέ καί ἐσαεί συμφωνίας τῶν τεσσάρων
πατριαρχικῶν θρόνων, καί αὐτῶν τῶν πολλῶν καί διαφόρων καί γενῶν καί
γλωσσῶν ἀδίαφορον φερουσῶν τήν ἐξ ἀρχῆς ἔκθεσιν καί ἀμεταποίητον.
Καί τοίνυν αἱ μέν ἐκφαντορικαί κοιναί φωναί τῶν θεοφόρων θεολόγων,
εὐαγγελιστῶν, ἀποστόλων, καί τῶν πρό αὐτῶν ἐξ αἰῶνος προφητῶν οὕτως
ὁμολογουμένως ἔχουσι περί τοῦ Πνεύματος καί οὕτως ὁμολόγως τῷ Θεανθρώπῳ
λόγῳ˙ πρός δέ καί αἱ κατά διαφόρους αἰτίας καί καιρούς ὑπέρ εὐσεβείας
συγκροτηθεῖσαι πᾶσαι σύνοδοι, ταὐτό δέ σχεδόν εἰπεῖν πᾶσα γλῶσσα θεοφόρος˙ ἐν
οὐδεμιᾷ γάρ τῶν συνόδων τούτων καί ἐκ τοῦ Υἱοῦ τεθεολόγηται τό Πνεῦμα τό
ἅγιον. Ἔδειξα δ᾿ ἄν ἀρτίως τοῦτ᾿ αὐτό καί τούς θεηγόρους πάντας αὖθις ἕκαστον ἐν
μέρει στέργοντας ἀπαραλλάκτως διά τῶν ἰδίως ἑκάστῳ τούτων ἐξενηνεγμένων
λόγων ἐφεξῆς.
Ἀλλ᾿ οὐκ ἐπί τοσοῦτον ἀνέξεται τό φίλερι τοῦ λατίνου μακρούς ἡμῶν
ἀποτεινόντων λόγους, ἀλλ᾿ ἀπαντήσει λέγον˙ πῶς οὖν καί ὑμεῖς καί πόθεν εὑρόντες
τήν προσθήκην ταύτην, παρά μόνου τοῦ Πατρός ἐννοεῖτε τό Πνεῦμα τό ἅγιον
ἐκπορεύεσθαι, (σελ. 82) διό καί ἡμᾶς ἑτεροδόξους οἴεσθε, τοῦ Χριστοῦ τοῦτο μή
εἰπόντος, ἀλλ᾿ οὐδέ τῶν ἐκείνου μαθητῶν τινος;
Πρός ὅ νῦν ἡμεῖς εὐθύς ἀναντήσομεν, οὕτω λέγοντες. Τό τῶν εὐσεβούντων
πλήρωμα χεῖλος γεγονότες ἕν ἐπ᾿ ἀγαθῷ, πύργον εὐσεβείας ὠκοδόμησαν, δυσσεβείας
νοητοῦ κατακλυσμοῦ παντάπασιν ἀνώτερον. Ἐπεδήμησε γάρ καί αὐτοῖς οἰκοδομεῖν
ἐπιχειροῦσιν ἡ τελεσιουργός τῶν ἀγαθῶν τριάς οὐ συγχέουσα, ἀλλά συνδέουσα καί
τάς δόξας καί τάς γλώσσας εἰς εὐσεβεστάτην καί ὀρθόδοξον ὁμοφροσύνην. Αὐτοῦ
τοίνυν ἡμεῖς ἐπ᾿ ἀσφαλοῦς ὀχυρώματος ἱστάμενοι τούς ἀπεναντίας τῶν ὀρθῶν
δογμάτων φερομένους πρῶτον μέν ἐντεῦθεν εὐστοχώτατα καί γενναιότατα
βαλοῦμεν, ἅμα δέ καί λυσιτελῶς αὐτοῖς, εἰ βούλοιντο. Μετά τοῦτο δέ τάς
πολλαχόθεν, μᾶλλον δέ τῶν πανταχόθεν ἀναφαινομένων ἀποδείξεων τῆς ἀληθείας,
ἔστιν ἅς προκομίσομεν αὐτοῖς πρός πόθον ταύτης καί αὐτούς ἐπαίροντες, ἵν᾿ εἴπω
κατά τό γεγραμμένον˙ «εἰ ἄραγε ψηλαφήσειαν αὐτήν καί εὕροιεν, καί γε οὐ μακράν
ὑπάρχουσαν αὐτῶν». Νῦν δέ μᾶλλον τούτους οὐχ ἡμεῖς, ἀλλ᾿ αὐτό τό οἷον λογικόν
τῆς εὐσεβείας περιτείχισμα καί βαλεῖ καί πατάξει καί τροπώσεται, εἰ δέ βούλει, καί
ἰάσεται.
Τοιοῦτος γάρ ὁ τῶν θείων θεῖος ὅρος οὗτος˙ οὐ περιβάλλει μόνον τούς
ἐμμένοντας καί καθίστησιν ἐν ἀσφαλείᾳ, ἀλλά καί προπολεμεῖ καί ἀνυποστάτως
ἀντιτάττεται τοῖς ἐπανισταμένοις˙ τό δ᾿ ὅπως, ἄκουε.
«Πιστεύω εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα», «καί εἰς ἕνα Κύριον Ἰησοῦν
Χριστόν, τόν Υἱόν τοῦ Θεοῦ, τόν μονογενῆ, τόν ἐκ τοῦ Πατρός γεννηθέντα πρό
πάντων τῶν αἰώνων». Ἆρ᾿ οὖν οὐ συννοεῖται οὐδέ συνυπακούεται τό μόνου, οὐδ᾿ ἐκ
μόνου τοῦ Πατρός γεγέννηται, εἰ καί μή προστέθειται τό μόνου; Καί πάνυ μέν οὖν
συνυπακούεται, καί οὐχ ἦττον προσκείμενον, (σελ. 84) εἰ ὅλως εὐσεβεῖν ἐθέλεις,
εἴποις ἄν. Ἐντεῦθεν τοίνυν καί περί τοῦ Πνεύματος διδάσκου. Καί ἡνίκ᾿ ἄν ἀκούοις
ἐπί τοῦ αὐτοῦ συμβόλου, «τό Πνεῦμα τό ἅγιον τό ἐκ τοῦ Πατρός ἐκπορευόμενον»,
εὐθύς ἐξ ἀνάγκης συνυπακουόμενον νόμιζε τό «μόνου» καί μή προσθήκην ἄλλως
νόμιζε ἡμῶν, ὑπέρ ἀληθείας διά τήν σήν ἀθέτησιν ἐν ταῖς πρός ὑμᾶς διαλέξεσι
προστιθέντων ἀκροώμενος. Εἰ δέ μή, οὐδ᾿ ἐπί τῆς ἐκ τοῦ Πατρός τοῦ Υἱοῦ γεννήσεως
ἐάσεις συνυπακούεσθαι τό «μόνου»˙ καί οὕτω σου πολυπλασιάσεις τό δυσσέβημα.
Καί τοῦτο δέ μοι λάβε κατά νοῦν, ὡς ἐπί τοῦ τῆς πίστεως συμβόλου τόν Υἱόν ἐκ
τοῦ Πατρός ἀκούοντες γεννηθέντα πρό πάντων τῶν αἰώνων καί τῷ ἐκ τοῦ Πατρός
συννοούμενόν τε καί συνυπακουόμενον ἔχοντες τό «μόνου», καθάπερ ἄν καί αὐτός
ἡμῖν συμφήσαις, ὅμως οὐδείς οὐδέποτε τό «μόνου» προσέθηκεν ἐκεῖ, ὥστε καί τήν
σήν δόξαν ὅτι καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα ἐκπορεύεται, εἰ καί ἀνωμολογημένον ἦν,
καί ἡμῖν καί ἁπλῶς πάσῃ τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ συνδοκοῦν, οὐδ᾿ οὕτως ἐχρῆν ἐν
τῷ τῆς πίστεως συμβόλῳ προστεθῆναι παρ᾿ ὑμῶν.
Ἦν οὖν ἄρα τῶν δικαιοτάτων μηδέ λόγου ἀξιοῦν ὑμᾶς, εἰ μή τοῦ προστιθέναι τῷ
ἱερῷ συμβόλῳ παύσησθε˙ τῆς δέ παρ᾿ ἡμῶν προσθήκης παρ᾿ ὑμῶν ἐκβεβλημένης
πρότερον, ἔπειτα ζητεῖν, εἰ καί ἐκ τοῦ Υἱοῦ ἤ οὐχί καί ἐκ τοῦ Υἱοῦ τό Πνεῦμα τό
ἅγιον, καί τό ἀναφανέν τοῖς θεοφόροις συνδοκοῦν κυροῦν˙ ἀλλ᾿ οὐδ᾿ οὕτω
προστιθέναι τῷ συμβόλῳ τῆς πίστεως, καθάπερ ἐπί τῶν δύο τοῦ ἑνός Χριστοῦ
φύσεων καί θελημάτων καί ἐνεργειῶν, τῆς τε καθ᾿ ὑπόστασιν ἑνώσεως καί τοῦ
ἐπωνύμου τῆς παρθενομήτορος, οἱ πρό ἡμῶν πεπράχασι καλῶς τε καί φιλευσεβῶς,
ὡς μετά τῆς εὐσεβείας καί τῆς κοινῆς εἰρήνης ἀντιποιούμενοι, καίτοι πολλάκις
ἔπειτα κοινῇ συνειλεγμένοι, (σελ.86) συνεκκλησιαζόντων ἤ συνευδοκούντων καί
τῶν κατά καιρούς τῆς παλαιᾶς Ρώμης ἀρχιερατικῶς προϊσταμένων. Οὔκουν ἔχει τις
ὑπολογίζεσθαι τήν τοῦ περιόντος πάπα περιωπήν˙ οὐ γάρ διά τοῦτον ἤ τούτους τούς
μετ᾿ ἐκείνους ἀποστερκτέον τούς τοσούτους καί τηλικούτους καί μακαρίῳ τέλει τήν
ἡγιασμένην καί πολυειδῶς παρά Θεοῦ μεμαρτυρημένην κατακλείσαντας ζωήν.
Ἀλλά γάρ οὐ μόνον τό τῆς ὀρθοδόξου πίστεως σύμβολον, δεῖ γάρ τῶν
εὐγνωμόνως ἀκουσομένων ἕνεκα λέγειν˙ μή μόνον οὖν τό τῆς πίστεως σύμβολον,
ἀλλά καί πᾶσα σχεδόν γλῶσσα θεολόγος ἐκ Πατρός γεννηθέντα τόν Υἱόν
κηρύττουσα καί παρά τοῦ αὐτοῦ Πατρός τό Πνεῦμα τό ἅγιον ἐκπορευόμενον, οὐ
προστίθησι τό «μόνου»˙ ὡς κἄν μή προσκέηται, ἐξ ἀνάγκης συνυπακουόμενον, καί
τοῦτ᾿ εἴσῃ ἀνελίττων καί διεξιών αὐτάς τάς θεολόγους βίβλους. Σήν δ᾿ ὅμως χάριν,
καί ἡμεῖς ὀλίγ᾿ ἄττα προενέγκωμεν καί διά βραχέων γεγραμμένα. Ὁ γοῦν μέγας
Ἀθανάσιος, «τί ἐστι», φησί, «Θεός; Ἡ πάντων ἀρχή κατά τόν Ἀπόστολον, λέγοντα,
“εἷς Θεός ὁ Πατήρ, ἐξ οὗ τά πάντα”, καί γάρ ὁ λόγος ἐξ αὐτοῦ γεννητῶς καί τό
Πνεῦμα ἐξ αὐτοῦ ἐκπορευτῶς». Ὁρᾷς ὁμοίως ἐπ᾿ ἀμφοῖν τό ἐξ αὐτοῦ καί οὐδαμοῦ
ρήματι προσκείμενον τό «μόνου»; Καί σύ τοίνυν ὁμοίως ἐπ᾿ ἀμφοῖν ἤ τήν σήν
προσθήκην λήψῃ ἤ τό μόνου ἐξ ἀνάγκης συνυπακουόμενον νοήσεις.
Τί δέ ὁ μετ᾿ αὐτόν εὐθύς τῷ χρόνῳ καί οὐ μετ᾿ αὐτόν τῇ μεγαλειότητι παρά Θεῷ,
τό φερωνύμως βασίλειον ἱεράτευμα, ἆρ᾿ οὐ συμφωνήσει τε καί συμφρονήσει; Ἀλλ᾿
ἄκουε καί μάνθανε˙ «κυρίως ὁ Υἱός ἐκ τοῦ Θεοῦ, ἐπειδή ὁ Υἱός ἐκ τοῦ Πατρός ἐξῆλθε
καί τό Πνεῦμα ἐκ τοῦ Πατρός ἐκπορεύεται˙ ἀλλ᾿ ὁ μέν ἐκ τοῦ Πατρός γεννητῶς, τό δέ
ἀρρήτως ἐκ τοῦ Θεοῦ». Ἰδού πολυπλασίως ὁμοίως ἐπ᾿ ἀμφοῖν τέθεικε τό ἐκ (σελ. 88)
τοῦ Πατρός˙ ἔχεις οὖν ὅλως λέγειν ἔτι, ὡς οὐκ ἐκ μόνου τοῦ Πατρός τό Πνεῦμα τό
ἅγιον, ὅτι μή πρόσκειται τό «μόνου»;
Βούλει δή καί τοῦ μεγάλου θεολόγου ἀκοῦσαι Γρηγορίου, ἐν βραχεῖ τό πᾶν
συνάγοντος καί τήν σήν ὥσπερ τινί σμιλίῳ ἀποσμιλεύοντος προσθήκην καί
ἀμφοτέροις τό ἐκ μόνου ἐφαρμόζοντος; καί τό θαυμασιώτερον, οὐχ ὅτι προστίθησιν,
ἀλλ᾿ ὅτι μή προστήθησιν. «Ἡμῖν εἷς Θεός», φησίν, «ὅτι μία θεότης, καί πρός ἕν τά ἐξ
αὐτοῦ τήν ἀναφοράν ἔχει, κἄν τρία πιστεύηται». Ἀκήκοας; Ἐξ αὐτοῦ εἶπεν ἄμφω.
Ἆρ᾿ οὖν οὐ νοήσομεν καί προσθήσομεν, ὅτι ἐκ τοῦ Πατρός καί ἐξ ἑτέρου τινός
προέρχεται ἀμφότερα, ὅτι μή πρόσκειται τό «μόνου», καί τοῦ μόνου Θεοῦ τῆς
ἀνωτάτω Τριάδος διά τοῦτο ἐκπεσούμεθα; Μή σύ γε τοῦτο πάθῃς, μᾶλλον δέ μή
διαμείνῃς ἀνίατος παθών˙ γνωστόν γάρ ἤδη γέγονέ σοι τό ὀρθόν.
Καί μήν ἐκ τοῦ Πατρός φαμεν εἶναι τόν Υἱόν, ὡς ἐκ τῆς θείας οὐσίας
γεννηθέντα, δηλονότι κατά τήν πατρικήν ὑπόστασιν˙ ἡ γάρ οὐσία μία τῶν τριῶν
ἐστιν˙ ὥστε τό γεννᾶν τῇ πατρικῇ ὑποστάσει ἐφαρμόζεται καί οὐκ ἔστιν εἶναι τόν
Υἱόν ἐκ τοῦ Πνεύματος. Ἐπεί οὖν καί τό Πνεῦμα τό ἅγιον ἐκ τοῦ Πατρός, ἐκ τῆς θείας
οὐσίας καί αὐτό κατά τήν πατρικήν ὑπόστασιν ἐκπορευόμενόν ἐστιν˙ ἡ γάρ οὐσία
πάντῃ τε καί πάντως μία τῶν τριῶν. Οὐκοῦν τό ἐκπορεύειν τῇ πατρικῇ ὑποστάσει
ἐφαρμόζεται καί οὐκ ἔστιν εἶναι τό Πνεῦμα καί ἐκ τοῦ Υἱοῦ, οὐ γάρ ἐστι τά τῆς
πατρικῆς ὑποστάσεως ἔχειν τόν Υἱόν.
Κατά γάρ τόν ἱερόν Δαμασκηνόν, «τήν διαφοράν τῶν θείων ὑποστάσεων ἐν
μόναις τρισίν ἰδιότησιν ἐπιγινώσκομεν, τῇ ἀναιτίῳ καί πατρικῇ, τῇ αἰτιατῇ καί
υἱϊκῇ, καί τῇ (σελ. 90) αἰτιατῇ καί ἐκπορευτῇ». Ὁρᾷς ὡς ἡ τοῦ Υἱοῦ ὑπόστασις οὐχί
καί αἰτία, ἀλλ᾿ αἰτιατή μόνον ἐστί; Μόνην γάρ, φησί, ταύτην ἔχει τήν ἰδιότητα,
καθάπερ καί ἡ τοῦ Πνεύματος. Συνορᾷς δέ καί τοῦτο, ὡς ἡ πατρική, καθό πατρική
ἰδιότης, ἄμφω τό γεννᾶν καί ἐκπορεύειν συμπεριβάλλει; Τοιγαροῦν, εἰ καί ἐκ τοῦ
Υἱοῦ τό Πνεῦμα τό ἅγιον, εἴη ἄν καί ὁ Υἱός αἴτιός τε ἅμα καί Πατήρ ὡς αἴτιος.
Οὐκοῦν ἔνι τι τῶν τῆς πατρικῆς ὑποστάσεως ἔχειν τόν Υἱόν˙ εἰ δ᾿ ἔχει, ἤ δύο
ἔσονται τά αἴτια, ὡς ἐν δυσίν ὑποστάσεσι τοῦ ἐκπορεύειν ὄντος (οὕτω γάρ δύο καί τά
αἰτιατά, ὡς τοῦ αἰτιατοῦ ἐν δυσίν ὑποστάσεσι θεωρουμένου), ἤ συνδραμοῦνται εἰς
μίαν τήν ὑπόστασιν ὁ Πατήρ καί ὁ Υἱός. Ἐκ μόνου ἄρα τοῦ Πατρός ἐκπορεύεται τό
Πνεῦμα τό ἅγιον, καί προσεχῶς καί ἀμέσως ἐκ Πατρός, ὡς καί ὁ Υἱός ἐκ τοῦ Πατρός
γεννᾶται.
Διό καί Γρηγόριος ὁ Νύσσης θεῖος πρόεδρος, «τά τοῦ ἀνθρώπου», φησί,
«πρόσωπα πάντα, οὐκ ἀπό τοῦ αὐτοῦ προσώπου κατά τό προσεχές ἔχει τό εἶναι, ὡς
πολλά καί διάφορα εἶναι πρός τοῖς αἰτιατοῖς καί τά αἴτια. Ἐπί δέ τῆς ἁγίας Τριάδος
οὐχ οὕτως˙ ἕν γάρ πρόσωπον καί τό αὐτό τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱός γεννᾶται καί
τό Πνεῦμα τό ἅγιον ἐκπορεύεται. Διό καί κυρίως τό ἕνα αἴτιον μετά τῶν αὐτοῦ
αἰτιατῶν ἕνα Θεόν φαμεν τεθαρρηκότως».
Ἆρα νοῦν ἔλαβες πληγείς τῷ τῆς ἀληθείας λόγῳ καί μεταμανθάνεις τήν
ἀλήθειαν καί πείθῃ Θεῷ καί τοῖς κατά Θεόν πατράσιν, ὡς ἐκ τοῦ Πατρός ἀκούων τό
Πνεῦμα συνυπακούειν τό ἐκ μόνου καί μηκέτ᾿ ἐκ διαφόρων προσώπων τήν ὕπαρξιν
αὐτῷ παρέχειν, ἀλλ᾿ ἐκ τοῦ ἑνός, τοῦ Πατρός, κατά τό προσεχές θεολογεῖν, οὐ τόν
Υἱόν μόνον, ἀλλά καί τό Πνεῦμα τό ἅγιον ἕν πρόσωπον τό αἴτιον τῶν αὐτοῦ
αἰτιατῶν εἶναι δοξάζων τόν Θεόν, ἀλλ᾿ οὐχ ἕν αἴτιον ὡς τῆς αὐτῆς οὐσίας τά δύο
πρόσωπα λέγων τοῦ ἑνός, οὕτω γάρ (σελ. 92) πολλά γίνεται τά αἴτια, ὡς ἐφ᾿ ἡμῶν
συμβαίνει, καί οὐκέτι Θεός εἷς, ὥσπερ οὐδ᾿ ἡμεῖς εἷς οἱ πάντες ἄνθρωπος, εἰ καί τῆς
αὐτῆς ἐσμεν οὐσίας;
περισσότερα εδώ

0 σχόλια:

Δημοσίευση σχολίου

Τα σχόλιά σας είναι ευπρόσδεκτα όταν διατυπώνονται με ευπρέπεια και ευγένεια.