Δευτέρα, 15 Φεβρουαρίου 2010

Migne/Amphilochius Iconiensis-Contra haereticos






... οὐδὲ οὐράνιον φρονοῦσιν· ἀλλ' οὐδὲ ἀνθρώπινον φρόνημα ἔχουσιν, οὐδὲ τολμῶσιν εἰς τὸ φῶς προελθεῖν ἢ φρονίμῳ ἀνθρώ πῳ διαλεχθῆναι, ἢ πόλει χριστιανῶν ἐπιβῆναι, καθὼς οἱ προεστῶτες τῶν ἄλλων αἱρέσεων, οἵτινες πειρῶνται διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης πλανῆσαί τινας. 

Καὶ γὰρ διὰ τὴν προσοῦσαν αὐτοῖς δεινότητα καὶ τὰς γραφὰς πειρῶνται πρὸς τὰ ἑαυτῶν θελήματα ἕλκειν κἀκεῖθεν ἀπατᾶν τοὺς ἁπλουστέρους· αἱ γὰρ γραφαὶ ἐοίκασι τοῖς βοηθήμασι τοῖς ἰατρικοῖς, ἅτινα καλῶς μὲν σκευαζόμενα θεραπεύει, φαύλως δὲ ἢ ἀτέχνως διδόμενα φονεύει· διόπερ εἰκότως ἀλώπεκες μικροὶ λέγονται. Τὰς μὲν οὖν λοιπὰς αἱρέσεις ἔστιν εὑρεῖν ὅτι καὶ λόγον καὶ πιθανότητα ἔχουσι καὶ συλλογισμοῖς καὶ σοφίσμασί τινων ἁπλουστέρων περιγίνον ται· καὶ νομίζω γὰρ καὶ περὶ τούτων ὁ προφήτης εὔχεται λέγων· Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν. Αἱ μέντοι μικραὶ ἀλώπεκες, τουτέστι αὗται αἱ αἱρέσεις, τί ἔχουσι δυνατὸν εἰς τὸ ἀπατῆσαι; Οὐ φρόνησιν, οὐκ ἰσχύν, οὐ παρρησίαν τοῦ δόγματος αὐτῶν, οὐ τὴν ἐπὶ πόλεων δικαιοσύνην δυναμένην ἀπατῆσαι τοὺς μεριζομένους τῇ πίστει· ἓν μόνον ἔχουσι, τὸ δολερὸν τῶν θηρίων τούτων. Ὅταν γὰρ εἰσέλθωσιν εἰς ἀμπελῶνα, τουτέστιν εἰς λαόν, οὐ παρρησίᾳ εἰσέρχονται, ἀλλὰ λάθρᾳ ὡς κλέπται, ὡς καὶ τὰ θηρία ταῦτα, αἱ ἀλώπεκες. Ἐπὰν ἴδωσι τὸν ἀμπελουργὸν εἰς ἕτερον μέρος ἀσχο λούμενον, εἰσέρχονται ἀφειδῶς εἰς τοὺς ἀλλοτρίους καμάτους, οὓς καὶ ἀφανίζουσιν. Ἔστι δὲ καὶ οὕτως νοῆσαι τὸ γραφικὸν ῥητόν, οὐ μόνον αὐτοὺς μικροὺς ἀλώπεκας ὀνομαζομένους, ἀλλὰ καὶ μικροὺς ἀφανίζοντας ἀμπελῶνας. Οὐδεὶς γὰρ παρ' αὐτῶν ἀνὴρ ἰσχυρὸς καὶ ἑδραῖος τῇ πίστει καὶ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν, τουτέστι τὸν Χριστόν, ἀπατᾶται, ἀλλ' εἴπου τις ἀχύρῳ παραπλή σιος καὶ παντὶ ἀνέμῳ περιφερόμενος ἀπολικμᾶται τῆς ἐκκλησίας. Περὶ τῶν τοιούτων καὶ ὁ κύριος ἐν εὐαγγελίοις λέγει· Ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ τὰ ἑξῆς, δηλονό τι μεγάλου καὶ ἡδρασμένου ἐν τῇ πίστει καὶ κρατοῦντος τὴν κεφαλὴν τῆς ἐκκλησίας, τὸν Χριστόν, μὴ δυναμένου σκανδα λισθῆναι. Περὶ τούτων αὐτῶν καὶ ὁ ἀπόστολος Παῦλος σαφῶς ᾐνίξατο εἰπών· Ἐκ τούτων εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπι θυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ἔδειξε διὰ τοῦ ῥήματος τοῦ ἐνδύνοντες τὸν φωλεὸν τοῦ ὄφεως τοῦ ἀπατήσαντος τὴν πρώτην γυναῖκα· ἐφανέρωσε δὲ καὶ τὸ δολερὸν καὶ δειλὸν τῶν τρόπων αὐτῶν καὶ τοῦ κηρύγματος αὐτῶν τὴν ἀσθένειαν καὶ τῶν ἀπατωμένων τὸ σαθρόν· ἀνδρὸς γὰρ οὐ μέμνηται, εἰ μὴ μόνων γυναικαρίων εὐκόλων εἰς ἀπάτην. Διὰ τοῦτο καὶ τὸ κήρυγμα αὐτῶν ἐκεῖνο τὸ γένος ἀπατᾷ καὶ εἴπου τις γυναικώδης· καὶ ἔστιν ἰδεῖν ἐν ταῖς συναγωγαῖς αὐτῶν πλείονα γυναικάρια ἀπατώμενα, ἐξακολου θοῦντα ἀλλοτρίοις ἀνδράσι καὶ μετ' αὐτῶν ἀδιαφόρως συζῶντα· τὰ δὲ ἀκόλουθα τούτοις αἰσχρόν ἐστι καὶ εἰπεῖν. Τίς ὁ καθηγητὴς τῶν αἱρέσεων τούτων; Ὁ καθηγητὴς πασῶν τῶν αἱρέσεών ἐστιν ὁ διάβολος. Ὡς γὰρ ὁ Χριστὸς καθηγητής ἐστι τῆς καθολικῆς ἐκκλησίας καὶ παρ έδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καὶ παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, οὕτως καὶ ὁ διάβολος εἰς τὸ ἀπατᾶν καὶ σκορπίζειν ὢν ἕτοιμος καθηγητὴς γέγονε πασῶν τῶν αἱρέσεων. Μόνον γὰρ ἐδιδάχθη τὸ γένος τῶν ἀνθρώπων θεὸν προσκυνεῖν, πολλοὺς δὲ ψευδωνύ μους θεοὺς ἐποίησεν ὁ διάβολος· τί δὲ λέγω πολλούς, πᾶσαν τὴν κτίσιν ἐθεοποίησεν, ἵνα τὸν ἄθλιον ἄνθρωπον ἀπὸ τοῦ ὄντως θεοῦ ἀποπλανήσῃ....
Ἦν γὰρ

ἰδεῖν ὁμοιώματα ζῴων καὶ θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν προσκυνούμενα, ἔτι δὲ καὶ πᾶσαν σχεδὸν τὴν ὕλην ὡς θεὸν τιμωμένην. Καὶ διὰ τοῦτο ὁ κύριος τὴν ἔνσαρκον οἰκονομίαν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων ἀνεδέξα το, ἵνα τὴν πολύθεον πλάνην καταργήσῃ καὶ ἐπὶ τὴν προσκύνησιν τοῦ ὄντως θεοῦ ἐπιστρέψῃ διὰ λουτροῦ παλιγγενεσίας, καὶ πᾶσαν τὴν ἀνθρωπότητα διεσπαρμένην συναγάγῃ εἰς τὴν ἐκκλησίαν καὶ σῶμα αὐτοῦ προσηγόρευσε, καὶ πληρωθῇ ὁ λόγος αὐτοῦ· Ἔσται μία ποίμνη, εἷς ποιμήν. Ἀλλὰ πάλιν ὁ φθονερὸς διάβολος τῇ οἰκείᾳ κακίᾳ καὶ τῇ ἀρχαίᾳ αὐτοῦ τέχνῃ οὐ παύεται ἀπατῶν τοὺς ἀστηρίκτους· ὡς γὰρ πρὸ τοῦ εἴδωλα μετονομάσας θεοὺς ἀπὸ τοῦ ὄντως θεοῦ ἀπεπλάνησε τοὺς ἀνθρώπους, οὕτως καὶ νῦν πολλὰς ἐκκλησίας ὀνομάσας, μᾶλλον δέ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, εἴδωλα ἐκκλησιῶν ἀναστήσας τῇ τοῦ Χριστοῦ ἀποταγῇ τοὺς πειθομένους αὐτῷ, ἵν' ὥσπερ τότε διὰ τῶν λεγομένων θεῶν ἀπὸ τοῦ θεοῦ ἀπέστησεν, οὕτως καὶ νῦν διὰ τῶν λεγομένων παρ' αὐτοῖς ἐκκλησιῶν τῆς ὄντως ἐκκλησίας ἀποσπάσῃ. Ἔθος γὰρ τῷ διαβόλῳ διὰ μεγάλων ἐπαγγελιῶν ἀπατᾶν· τῷ γὰρ πρώτῳ ἀνθρώπῳ, ἤτοι τῇ γυναικὶ προσελθὼν εἶπεν· Ἐὰν φάγητε τοῦ ξύλου τῆς γνώσεως, ἔσεσθε ὡς θεοί, θεοὺς ποιήσειν ἐπαγγειλά μενος, τουτέστιν ἀθανάτους, καὶ αὐτὴν τὴν ζωὴν αὐτῶν προσαφ είλατο. Ἔχει δὲ τοίνυν πλέον ὁ δόλος αὐτοῦ· τοῦ σωτῆρος γὰρ ἐπιφανέντος καὶ πολλῶν πιστευσάντων αὐτῷ ἐπήγειρεν ὁ πονηρὸς διωγμὸν κατὰ τῶν χριστιανῶν καὶ οὓς οὐκέτι ἠδύνατο κατέχειν τῇ ἀπάτῃ διὰ τῆς εἰδωλολατρίας, τούτους διὰ τῆς τυραννίδος ἀποστάτας ἠνάγκασε γενέσθαι. Καὶ ἦν ἰδεῖν πρᾶγμα φρικτόν· βασιλεῖς μαινομένους κατὰ τῶν χριστιανῶν, νόμους ἀνομίας μεστούς, δικαστὰς ἐκδίκους τῆς ἀσεβείας. Ὑπὲρ πάντα γὰρ φόνον καὶ πᾶσαν γοητείαν ἔγκλημα ἦν ἡ εὐσέβεια, καὶ μόνοι οἱ χριστιανοὶ ᾤκουν τὰ δεσμωτήρια, ἐστρεβλοῦντο, ἐτύπτοντο, ἐτηγανίζοντο, ἐξέοντο, θηρίοις ἐνεβάλλοντο. Καὶ τούτων ἁπάντων ἐπαγομένων αὐτοῖς παρὰ τοῦ πονηροῦ καὶ τῶν τούτου διακόνων, ἵνα τὴν ἐκκλησίαν τοῦ θεοῦ ἀρνήσωνται, γενναίως καὶ προθύμως ἅπαντα ἔφερον διὰ τὴν εἰς τὸν σωτῆρα ἀγάπην καὶ ἡδέως ἀπέθνῃσκον τὸν πρόσκαιρον θάνατον τῆς ἀϊδίου ζωῆς ἀνταλλαττόμενοι. Ταῦτα καταμαθὼν ὁ διάβολος καὶ κατανοήσας νικωμένην αὐτοῦ τὴν βίαν καὶ πάσας αὐτοῦ τὰς ἐπινοίας μετεβλήθη εἰς ἕτερον εἶδος ἀπάτης καὶ πάλιν ἐπάγγελμα χρηστὸν καὶ σχῆμα ταπεινὸν καὶ θρησκεία εὐλαβής. Ἐγκρατείας γὰρ καὶ ἀποτάξεως κηρυσσομένης τίς ἂν μὴ εὐκόλως ἀπατηθῇ τῷ δόλῳ τούτῳ; Οἶδεν ὅτι βαρὺ ἀκοῦσαι χριστιανῷ· Ἀπόστα ἀπὸ θεοῦ, ἄρνησαι τὸν σω τῆρα, δραπέτευσον ἀπὸ τῆς ἐκκλησίας, ἐγκατάλιπε τὸ αἷμα τοῦ Χριστοῦ δι' οὗ ἠγοράσθης. Ταῦτα εἰ εἶπε, τίς ἂν ὑπήκουσεν αὐτῷ; Νυνὶ δὲ τῇ ἀρχαίᾳ μεθόδῳ πάλιν μεγάλα ἐπαγγελλόμενος τοῦ ἀληθινοῦ παραδείσου, τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ἐκβάλλει τὸν ἄνθρωπον. Ὄντως γὰρ παράδεισος ἡ ἐκκλησία τοῦ Χριστοῦ, ἐν ᾗ καὶ τὸ ξύλον τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, καὶ πηγὴ ἡ ἀνερχομένη ἐκ τῆς γῆς καὶ ποτίζουσα τὸν παράδεισον, ἐξ ἧς καὶ οἱ τέσσαρες ποταμοὶ ἀπορρέουσιν· ἔχει δὲ καὶ πολλὴν διαφορὰν καρπῶν. Διὰ τοῦτο γὰρ παράδεισος, ἐπειδὴ πολλὰ εἴδη καρπῶν· μονοειδὴς γὰρ παράδεισος οὐκ ἔστιν, ὡς οἱ ἀποστάται λέγουσιν. Ἕκαστος δὲ καθὼς πίστεως καὶ σπουδῆς ἔχει, αὐξάνει καὶ καρποφορεῖ· μόνον μενέτω ἐν τῷ παραδείσῳ τοῦ Χριστοῦ, καθὼς γέγραπται· Πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν. Ἐὰν δὲ καὶ γένηται καιρὸς μαρτυ ρίου, παραδῶμεν τὸ σῶμα, καταλείψωμεν τὴν πρόσκαιρον ζωήν, ὑπερίδωμεν γένους, καταφρονήσωμεν χρημάτων· πάντα οἰχέσθω, μενέτω ἐν ἡμῖν ἡ πίστις, ἐλπίς, ἀγάπη, ὡς λέγει ὁ ἀπόστολος. Καὶ ἐν ἄλλῳ δὲ τόπῳ· Πέπεισμαι, φησίν, ὅτι οὔτε ζωὴ οὔτε θάνατος οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Τίς δέ ἐστιν αὕτη ἡ ἀγάπη, αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἶπεν· Ὁ τρώγων μου τὴν σάρκα καὶ

3
πίνων μου τὸ αἷμα, αὐτὸς ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καὶ διὰ τὴν πολλὴν αὐτοῦ περὶ ἡμᾶς ἀγάπην τὸ οἰκεῖον αὐτοῦ αἷμα τίμημα κατέβαλεν ὑπὲρ ἡμῶν· τιμίῳ γὰρ αἵματι ἠγοράσθητε, Πέτρος ὁ ἀπόστολός φησιν. Ὁ τοίνυν τὸ αἷμα τοῦ Χριστοῦ ἀρνούμενος τὴν παρουσίαν αὐτοῦ ἐνύβρισε καὶ τὴν καταβληθεῖσαν ὑπὲρ αὐτοῦ τιμὴν ἠθέτη σε. Καὶ τί ἀπολογήσονται οἱ τὸ αἷμα τοῦ θεοῦ ἀρνησάμενοι καὶ τῆς ἐκκλησίας δραπετεύσαντες; Εἰ γάρ, ὡς προείπομεν, οἱ ἀπόστολοι καὶ μάρτυρες τοσαῦτα ἔπαθον ὑπὲρ τοῦ αἵματος τοῦ Χριστοῦ καὶ ἐν τῇ ὁμολογίᾳ ταύτῃ ἐτελειώθησαν, ποίας τιμωρίας εἰσὶν ἄξιοι οὗτοι οἱ ἄνευ πληγῶν, οἱ ἄνευ ξίφους, ἄνευ παντὸς κινδύνου ἀρνησάμενοι τὴν ὑπὲρ αὐτῶν καταβληθεῖσαν τιμήν; Μηδὲ γὰρ νομιζέτωσαν ἔχειν τι χριστιανοῦ τοῦτο ἀρνούμενοι, πάντα γὰρ τὰ μυστήρια τῶν χριστιανῶν τούτου ἤρτηται· κἂν ἐκκλησίας εἴπῃς, κἂν γραφάς, κἂν κατηχήσεις, κἂν βάπτισμα, κἂν θυσιαστήριον, κἂν αὐτὸ τὸ σῶμα, ἄνευ τοῦ αἵματος οὐδέν ἐστι· σῶμα γὰρ ἄνευ τοῦ αἵματος νεκρόν ἐστι, νεκρὸν δὲ εἰς θυσιαστήριον οὐδεὶς προσφέρει. Ἔστι γὰρ εὑρεῖν κἀν τῇ παλαιᾷ διαθήκῃ πανταχοῦ αἷμα προσφερόμενον καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζονται κατὰ τὸν νόμον. Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, λέγει ὁ ἀπόστολος· καὶ πάλιν· Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἀνεκαίνισεν ὁδὸν πρόσφατον καὶ ζῶσαν. Ἔδειξέ σοι πανταχοῦ τὴν ἰσχὺν τοῦ μυστη ρίου τῶν χριστιανῶν, ὅτι οὐκ ἔστιν οὐ τὴν ἁμαρτίαν φυγεῖν, οὐκ αὐτὸν τὸν διάβολον, οὐκ εἰς τὴν εἴσοδον τῶν ἁγίων εἰσελθεῖν, ἣν ἀνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τοῦ γνωρισθῆναι ὑπὸ τοῦ βασιλέως μὴ ἐπιφερόμενον τὴν σφραγίδα. Εἰ γὰρ στρατιῶται ἐν πολέμοις ἀγωνιζόμενοι καὶ περὶ αὐτῆς σωτηρίας ἀγωνιῶντες τὸ σύμβολον φυλάσσουσι καὶ διὰ τοῦτο τὴν εὔνοιαν τὴν εἰς τὸν βασιλέα ἐνδείκνυνται τοῦτο λογιζόμενοι ὅτι ἐὰν τοῦτο ἀπολέσω σιν, οὐκέτι δυνήσονται τὸ πρόσωπον τοῦ βασιλέως θεάσασθαι, τί ποιήσουσιν αὐτοὶ οὐκ ἄψυχον σημεῖον ἀπολέσαντες, ἀλλ' αὐτοῦ τοῦ αἵματος τοῦ Χριστοῦ ἀποσυληθέντες; Ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, παντὸς ἀνθρώπου πλανηθέν τος ἐλεεινότεροί εἰσι καὶ πολλῶν θρήνων ἄξιοι οἱ ἐν ταῖς αἱρέσεσι ταύταις πλανηθέντες. Τοσοῦτον γὰρ κατίσχυσεν αὐτῶν ὁ πονη ρὸς καὶ ἐσκότισε τὴν ἀσύνετον αὐτῶν καρδίαν, ὡς μὴ ἐπιγινώ σκειν αὐτοὺς ὃ πεπόνθασι. Δέον γὰρ αὐτοὺς στένειν καὶ δακρύειν τοσούτων καὶ τηλικούτων ἀγαθῶν καὶ αὐτῆς τῆς ζωῆς στερηθέν τας. Τὸ ἐναντίον πεπόνθασι· δικαίους ἑαυτοὺς ὀνομάζουσι καὶ πάντων τῶν ἀνθρώπων ὑψηλοτέρους· τί δὲ λέγω τῶν ἀνθρώπων, καὶ αὐτοῦ τοῦ αἵματος τοῦ Χριστοῦ ἁγιωτέρους. Μόνον γὰρ ἂν δράξηταί τινος αὐτῶν ὁ διάβολος καὶ ἐκβάλῃ τῆς ἐκκλησίας, ἔστιν ἰδεῖν ἀπὸ τῆς ὥρας ἐκείνης τὸν τοιοῦτον ἀδικίαν εἰς τὸ ὕψος ἀφειδῶς λαλοῦντα, μηκέτι γνωρίζοντα μήτε τὸν βαπτίσαντα ἱερέα, μήτε τὴν πνευματικὴν μητέρα, τὴν ἐκκλησίαν, τὴν γεννή σασαν αὐτὸν καὶ ἀναθρεψαμένην, μήτε θυσιαστήριον ἐξ οὗ ἀπὸ παιδίου ἐτρέφετο καὶ ἐποτίζετο, μήτε αὐτὰ τὰ προσφερόμενα ἅγια. Ἀλλ' εὐθὺς πρώτη προκοπὴ καὶ μέγα κατόρθωμα αὐτοῖς νομίζεται ἡ ἄρνησις καὶ ἡ βλασφημία ἡ κατὰ τῶν μυστηρίων· ἄρχεται γὰρ λέγειν ὁ τοιοῦτος, μᾶλλον δὲ ὁ διάβολος ὁ ἐν αὐτῷ φθεγγόμενος· «Τί δέ ἐστιν ἐκκλησία; Τί δέ ἐστι βάπτισμα; Ἐκεῖνο δὲ αἷμα Χριστοῦ ἐστι; μὴ γένοιτο ἐκεῖνο εἰσελθεῖν εἰς τὸ στόμα μου «. Ἄθλιε! Εἰ πάσῃ φυλακῇ ἐτήρεις τὴν καρδίαν, εἰ ηὔχου ἐπιπόνως ἕως ἐσχάτης ἀναπνοῆς, παρέμενέ σοι τὸ φυλακτήριον. Εἰ μὴ ἔδωκας εἴσοδον τῷ διαβόλῳ εἰς τὴν καρδίαν σου, οὐκ ἂν ὑπ' αὐτοῦ ἐζωγρήθης εἰς τὸ ἐκείνου θέλημα. Εἰς ταύτην τὴν προκοπήν σε ἀνήγαγεν ἡ ἐγκράτεια καὶ ἡ ἀπόταξις, οὐδὲν ἄλλο τι ἐδίδαξεν ἢ τοῖς ἁγίοις μόνοις ἀποτάξασθαι. Τὸ αἷμα τοῦ Χριστοῦ ἀκάθαρτον καὶ σὺ καθαρός; Ἐγὼ περὶ ἄλλης ἀποταγῆς ἐνόμιζόν σε ἔχειν, περὶ ἧς εἶπεν ὁ κύριος ὅτι Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι

4
τοῖς ὑπάρχουσιν αὐτῷ, οὐκ ἔστι μου μαθητής, καὶ Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς· καὶ οὐ προσέθηκεν Εἴ τις οὐκ ἀποτάσσεται τῇ ἐκκλησίᾳ μου ἢ τοῖς μυστηρίοις μου, οὐκ ἔστι μου μαθητής. Δῆλον γὰρ ὅτι ἐδίδαξεν ἡμᾶς διὰ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας πρῶτον ἀποτάσσεσθαι τῷ διαβόλῳ καὶ τοῖς εἰδώλοις αὐτοῦ καὶ πάσῃ τῇ πλάνῃ αὐτοῦ, καὶ αὐτῷ μόνῳ συντάσσεσθαι διὰ τῆς ἐκκλησίας αὐτοῦ καὶ τῶν μυστηρίων. Τὴν πρώτην ἀποταγὴν ἀπετάξω ἢ τὴν δευτέραν; Ἡ πρώτη εἰδώλων ἐστὶν ἀποχή, ἡ δευτέρα χρημάτων ἐστὶ καταφρόνησις καὶ πάσης σαρκικῆς ἡδονῆς ὑπεροψία. Ἴδωμεν οὖν ποίαν λέγεις ἀπόταξιν τὴν τῶν χρημάτων. Καὶ τίς οὕτως δεδούλωται τῷ πάθει τῆς φιλαργυρίας ὡς οἱ αἱρετικοί; Οὐ μόνον γὰρ τὰ αὐτοῖς ἐμπίπτοντα χρήματα μετὰ ἀσφαλείας κατέχουσιν, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ὡς οἰκείων φρονισταὶ καὶ ταμεῖα γίνονται καὶ τόκους καὶ πλεονασμοὺς συνάγουσι καὶ ἄλλοις μὲν τὰ χρήματα προσπορίζουσι, αὐτοὶ δὲ τὰς ἀνομίας κερδαίνουσι, μόνον ἵνα τὸ πάθος τῆς πλεονεξίας αὐξήσωσιν. Οὐδεὶς γὰρ ἤκουσέ ποτε ὅτι αἱρετικὸς πάντα πωλήσας τὰ προσόντα αὐτῷ δέδωκε πτωχοῖς καὶ ποιητὴς τῆς ἐντολῆς ταύτης γέγονε. Μόνοις οὖν τοῖς ἁγίοις ἀπετάξω, μόνον τοῦτο ἐδιδάχθης παρὰ τῆς σῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως τὸ μὴ γινώσκειν τὸν ἱερέα σου τὸν ἀεὶ τρέφοντά σε διὰ τῆς μυστικῆς καὶ ἁγίας τροφῆς, οὐδὲν μέγα προκόψας. Εἰ γὰρ ταύτην προκοπὴν λέγεις, εἰς ταύτην φθάνουσι καὶ οἱ μαινόμενοι· κἀκεῖνοι γάρ, ὅταν ὑπὸ τοῦ πάθους τούτου κρατηθῶσιν, ἀγνοοῦσι τοὺς γεννήσαντας, οὐκ ἐπιγινώ σκουσιν ἀδελφόν, οὐ μέμνηνται εὐεργεσιῶν, ἀλλὰ καὶ ἐάν τις θέλῃ βοηθῆσαι, ὡς ἐχθρὸς καὶ πολέμιος ὑπολαμβάνεται παρ' αὐτῶν, καὶ ἐρωτώμενοι παρὰ τῶν ἰδίων τὴν αἰτίαν τῆς λύπης εἰπεῖν ἄναρθρα καὶ ἀνακόλουθα φθεγγόμενοι οὐδὲν ἔχουσι. Δῆλον οὖν ὅτι τῷ πάθει τῆς μανίας κατέχονται καὶ οἱ ἀποστάται τῆς ἐκκλη σίας ἐνυβρίζοντες πρὸς πάντας, ἀπεχόμενοι, τὸν πατέρα τὸν γεννήσαντα μοιχὸν ἀποκαλοῦντες, τὴν μητέρα πόρνην νομίζον τες, μὴ τὴν ἐντολὴν τοῦ θεοῦ φυλάττοντες τὴν λέγουσαν Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ἀλλ' ἴσως προφασιζόμενος ἐρεῖ· «Τοὺς σαρκικοὺς γονεῖς λοιδορῶ «. Οὐδὲ τοῦτο καλῶς ποιεῖς· ὁ νόμος γὰρ τοῦτο λέγει καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ἐπισφραγίζεται· μεμφόμενος γὰρ τοῖς Ἰουδαίοις λέγει, ὅτε ἐνεκάλουν αὐτῷ λέγοντες· Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ ἀνίπτοις χερσὶν ἐσθίουσι, λέγει ὁ κύριος πρὸς τοῦτο· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ καὶ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ θεὸς εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ὁρᾷς πῶς ἐσφράγισε τὴν ἐντολήν, μᾶλλον δὲ τὸν τῆς φύσεως νόμον διὰ τοῦ οἰκείου λόγου; Καὶ ἦν εἰπεῖν πολλὰ περὶ τιμῆς καὶ φόβου γονέων, ἀλλ' ἀρκεῖ περὶ τούτου μαρτυροῦσα ἥ τε παλαιὰ καὶ καινὴ διαθήκη. Ἴδωμεν δὲ εἰ κἂν τοὺς πνευματικοὺς γονέας τιμῶσι. Τίς οὖν ἐστιν ὁ πνευματικὸς πατήρ; Πάντως μετὰ τὸν θεὸν ὁ ἱερεὺς ὁ βαπτίσας σε· γέγραπται γάρ· Ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα, καὶ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἔδωκάς μοι σὺ ὁ θεός· καὶ πρὸς τοὺς καταπεσόντας Τεκνία μου, φησίν, οὓς πάλιν ὤδινον, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὃ καὶ εὐχόμεθα καὶ ἐπ' αὐτοῖς γενέσθαι· καὶ ἡ μήτηρ δὲ πάντως ἡ ἐκκλησία καὶ ἡ ἀναθρεψαμένη. Ἆρ' οὖν ὁ αἱρετικὸς γνωρίζει τούτους, γινώσκει τὴν ἀπ' αὐτῶν ὠφέλειαν, ὅτι διὰ τούτων ἔφυγε τὴν τυραννίδα τοῦ διαβόλου, δι' αὐτῶν χριστιανὸς ὠνομάσθη; Τί λέγω χριστιανός; Αὐτὸν τὸν Χριστὸν ἐνεδύσατο· λέγει γὰρ ἡ γραφή· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· μόνον εἰ μὴ ὑπὸ τοῦ ὄφεως πάλιν ἐξεδύθης. Τί οὖν πρὸς ταῦτα; Γνωρίζεις τούτους ἢ καὶ τούτους ἠρνήσω; Καὶ τί ποιήσεις; Εἰ γὰρ τοὺς κατὰ σάρκα γεννήσαντάς σε ἠτίμησας, τοὺς ἀναγεννήσαντάς σε διὰ λουτροῦ παλιγγενεσίας ἀπηρνήσω, πόθεν ἡ

ζωή σου; Ἀλλ' ἐπειδὴ ὄντως ἀπεδήμησας εἰς χώραν μακρὰν καὶ τὸ ἐπιβάλλον σοι τῆς πατρικῆς οὐσίας μέρος ἀνήλωσας, καὶ σιτίζῃ τὰ κεράτια καὶ τοῦ πρωτοπο λίτου βόσκεις τοὺς χοίρους. Πρόβατα γὰρ ἐκείνῳ οὐκ ἔστιν, εἷς γάρ ἐστιν ὁ ποιμὴν ὁ καλὸς καὶ μία ἡ ποίμνη αὐτοῦ. Τί δέ ἐστιν καὶ ἡ οὐσία ἣν ἀπώλεσας; Φανερά ἐστι καὶ πάλιν ἔκδηλος· ἡ πίστις καὶ ἡ δωρεὰ ἣν διὰ τοῦ βαπτίσματος ἔλαβες. Ὡς γὰρ βαπτισθεὶς εἰς Χριστὸν Χριστὸν ἐνεδύσω, οὕτως ἀποδημήσας ἀπὸ τῆς ἐκκλη σίας Χριστὸν ἐξεδύσω. Καὶ ἵνα μὴ νομίσῃς σόφισμα εἶναι τὸ λεγόμενον, ἐπαναστρέψαντος ἐκείνου τοῦ υἱοῦ ὁ πατὴρ οὐδὲν ἄλλο ἐκέλευσεν ἢ τὴν πρώτην στολὴν καὶ τὸ δακτύλιον αὐτῷ δοθῆναι. Μίμησαι τοῦτον, ἀδελφέ· ἀνάστηθι ἀπὸ τῶν γηΐνων φρονημάτων ὡς ἐκεῖνος ἀπὸ τῆς γῆς, εἰς ἑαυτὸν ἐλθέ, ὡς κἀκεῖνος εἰπὲ καὶ σύ· Πῶς οἱ μίσθιοι τοῦ πατρός μου περισσεύουσι ἄρτου, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι; Οὐκ ἄρτον ἔχω δυνάμενον στηρίξαι καρδίαν ἀνθρώπου ἢ μόνον τὴν τῶν χοίρων τροφήν, τὰ κεράτια. Τί δέ ἐστι ταῦτα, ἀλλ' ἢ τὰ διαβολικὰ συγγράμματα, ὡς ἐν ἑτέρῳ λόγῳ δείξομεν; Ἐνθυμήθητι πόθεν ἐξέπεσας, πῶς ἀπεπλανήθης δελεασθεὶς ὑπὸ τοῦ ὄφεως τοῦ τὰ μεγάλα ἐπαγγελλομένου, ἵνα σε τῶν παρόντων καλῶν ἀποστερήσῃ. Ἐν γὰρ τῇ ἀρχῇ, ἐδίδαξεν ὁ λόγος, ὅτι τὸν πρῶτον ἄνθρωπον ἤτοι τὴν γυναῖκα οὕτως ἠπάτησεν εἰπών· Ἔσεσθε ὡς θεοί. Καὶ σὲ δὲ τῷ αὐτῷ δόλῳ διὰ τοῦ ὀνόματος τῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως ἀπήγαγε τῆς πα τρικῆς οἰκίας πρὸς τὴν χώραν τὴν μακράν, εἰς ἣν οὐκ ἦν πρόβατα, ἀλλ' ἢ μόνον χοῖροι. Καὶ εἰ ἐφύλασσες τὴν δεσποτικὴν ἐντολὴν τὴν λέγουσάν σοι· Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως, οὐκ ἂν ἤκουσας τῆς συμβουλῆς ἐκείνου. Πλὴν φιλάνθρωπος ὁ θεός, οὐκ οἶδε μνησικακῆσαι· μόνον ἐὰν ὑποστρέψῃς, ἕτοιμός ἐστι διὰ τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα καὶ σοὶ ὑπαντῆσαι ὡς κἀκείνῳ. Οἶδεν ὅτι νενέκρωσαι ἐν τοσούτῳ χρόνῳ ἄρτου μὴ γευσάμενος· περιπτυξάμενός σε φιλήσει τὸν αὐχένα σου, ὃν ἐσκλήρυνεν ὁ διάβολος, καὶ σιτίσει σε πάλιν διὰ τοῦ μόσχου τοῦ σιτευτοῦ, τῶν μυστηρίων τοῦ Χριστοῦ. Ἔσται δὲ καὶ ἐπὶ σοὶ χαρὰ μεγάλη καὶ ἐρεῖ ὁ πατήρ· Χαρῆναι δεῖ καὶ εὐφρανθῆναι, ὅτι ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς καὶ εὑρέθη. Εὑρήσεις δὲ καὶ πάντας ἡμᾶς συγχαρέντας τῷ πατρὶ καὶ συνευφραινομένους ἐπὶ τῇ σῇ σωτηρίᾳ· παρ' ἡμῖν γὰρ φθόνος οὐδὲ εἷς. Ἐὰν ἀκούσῃς τῆς συμβουλῆς ἡμῶν, ταῦτα εὑρήσεις παρά τε τοῦ κοινοῦ πατρὸς περὶ σὲ καὶ παρὰ τοῦ ἀδελφοῦ γινόμενα· ἐὰν ἄρξῃ διὰ τὰ γυναικά ρια τὰ σὺν σοὶ ἀπατηθέντα προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· «Διὰ τοσούτου χρόνου ἐπανέλθω εἰς τὴν ἐκκλησίαν; ἀκούσω παρὰ τῶν γυναικαρίων τῶν συζώντων μοι καταλύτης* «. Μετὰ πολλὰ γὰρ τοῦτο λέλεκται παρ' αὐτοῖς, καὶ αὕτη ἐστὶν ἡ πικροτέρα τέχνη τοῦ διαβόλου, ὅτι οὐ μόνον εἰς τὴν ἀρχὴν ὑποσκελίζει τὸν ἄνθρωπον, ἀλλὰ καὶ μετὰ τὴν πτῶσιν οὐ συγχω ρεῖ τοῦτον ἐπιστρέψαι πρὸς τὸν θεὸν καὶ ἰαθῆναι. Τί ἐστι κατάλυ σις; Καὶ τί παράβασις; Εἰπέ μοι. Πάντως κατάλυσίς ἐστιν, ὅταν τις τὴν πίστιν καὶ τὰ παραδοθέντα αὐτῆς μυστήρια ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καταλείψῃ καὶ εἰς ἀπιστίαν χωρήσῃ. Ταῦτα ἔδει σε ἐν τῇ ἀρχῇ λέγειν, ὅτε ἦς ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, ὅτε ἔπειθέ σε ὁ διάβολος καὶ οἱ τούτου ἐργάται ἀποστῆναι τοῦ πατρικοῦ πλούτου τῆς ὄντως ζωῆς, τότε σε ἔδει λέγειν· «Οὐ γίνομαι καταλύτης, οὐ γίνομαι παραβάτης, οὐδείς με χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ· αὐτὸς δι' ἐμὲ τοσαῦτα ὑπέστη μηδενὶ ὑποκείμενος, ἵνα με τὸν πλασθέντα ἐξαγοράσῃ τῷ οἰκείῳ αἵματι ἀπὸ τῆς ἁμαρτίας. Καὶ πῶς ἐγὼ δραπετεύσω ἀπὸ τῆς ἐκκλησίας ἀρνησάμενος τὴν ὑπὲρ ἐμοῦ καταβληθεῖσαν τιμήν «. Καὶ ἐπέμενε πείθων σε διὰ τῆς χρηστῆς ἐπαγγελίας καὶ τῶν σεμνῶν ὀνομάτων, ὡς ἔθος ἐκείνῳ καὶ τοῖς ἐργάταις αὐτοῦ, ἀποστῆσαι τῆς πίστεως σπεύδων ἐν προσχήματι ἐγκρατείας καὶ ἀποτάξεως ἤ τινος ἄλλου σεμνοῦ ὀνόματος. Ἔδει σε τότε λέγειν· «Ἔξεστί μοι χριστιανῷ ὄντι καὶ παραμένοντι τῇ ἐκκλησίᾳ καὶ φυλάττοντι τὰ μυστήρια ἀποτάξα σθαι χρημάτων,

6
ἀποτάξασθαι κακίας, ἀποτάξασθαι ὅλῳ τῷ κόσ μῳ, τουτέστι τῶν κοσμικῶν φροντίδων· εἰ δὲ δέοι, καὶ ἐγκρα τεύεσθαι βρωμάτων καὶ πάσης ἡδονῆς σαρκικῆς· καὶ ἵνα μὴ καθὲν λέγω, καὶ εἰ δεῖ παρθενίαν καὶ ἁγνείαν φυλάξαι, ἔξεστί μοι χριστιανῷ ὄντι καὶ φυλάσσοντί μοι τὴν πίστιν ἐποικοδομεῖν ταῦτα πάντα. Ἐὰν γὰρ ἀφέλω τὸν θεμέλιον τῆς πίστεως, ὅς ἐστιν Ἰησοῦς, ποῦ ἐποικοδομήσω τὸ πολίτευμα; Ταῦτα γὰρ ἑκάστην ἡμέραν ἀκούω ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ παρὰ τῶν πατέρων κηρυσσόμενα τῶν καὶ φωτισάντων με· πρὸς ὑμᾶς δὲ ἐρῶ· Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ἐάν τις ὑμῖν εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω «. Εἴποτε ἔνηψας, εἴποτε ἐγρηγόρησας, οὐκ ἂν ὑπεσύρης ὑπὸ τοῦ καθηγητοῦ τῶν αἱρέσεων, οὐκ ἂν ἐγεγόνεις ὄντως καταλύτης· οὐδὲ γάρ σε ἐπανελθόντα εἰς τὴν ἐκκλησίαν ἀναγκάσει τις ἐσθίειν καὶ πίνειν τὴν σαρκικὴν τροφήν, ἀλλ' οὐδὲ γαμεῖν ἢ ἐκγαμίζεσθαι, ἀλλ' εἰ δοκεῖ μήτε ἄρτον ἐσθίειν μήτε τι τῶν πιαινόντων τὸ σῶμα. Μόνον τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ ἑαυτὸν μὴ ἀποστερήσῃς μηδὲ τὰ κτίσματα τοῦ θεοῦ βδελύξῃ. Ὅτι ἀπὸ Σίμωνος τοῦ μάγου αὗται αἱ αἱρέσεισ Ἕκαστος τῶν ἀνθρώπων ἐξουσίαν ἔχει ἀποσχέσθαι μὲν τοῦ κακοῦ, προσελθεῖν δὲ τῷ ἀγαθῷ, καὶ τοσαύτην δέξασθαι ἐκ τοῦ ἀγαθοῦ δύναμιν καὶ χάριν ὅσην αὐτὸς βούλεται· οἷον γὰρ ἂν εὑρεθῇ τὸ σκεῦος, τοιαύτη δίδοται καὶ ἡ χάρις τῷ αἰτήσαντι, καθὼς ἡ γραφὴ λέγει περὶ πνευματικῶν καὶ ἁγίων ὅτι Ὁ πνευματικὸς ἀνακρίνει πάντα, αὐτὸς ὑπ' οὐδενὸς ἀνακρινόμενος. Καὶ τοῦτο μὲν μέγα, ὅτι τοσαύτην αὐθεντίαν ἔλαβεν παρὰ τοῦ θεοῦ πάντα ἀνακρίνειν, ὑπ' οὐδενὸς αὐτὸς ἀνακρινόμενος· ἀλλ' ἤδη ὑψηλότερος γενόμενος πάσης τῆς ἀνθρωπίνης φύσεως καὶ πρὸ τῆς ἀναστά σεως τὸ κρίνειν λαβὼν παρὰ τοῦ θεοῦ. Ἐκεῖνο δὲ πλέον ξενίζει τοὺς ἀκούοντας, ὅτι ἔστι προκοπὴ καὶ ὑπὲρ τοῦτο τὸ μέτρον· τὸ γὰρ εἰπεῖν Ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι καὶ οὐκ εἶπε· πνευματικός ἐστιν ἢ ἅγιός ἐστιν. ἀλλ' ἓν πνεῦμά ἐστι δηλοῖ, ὡς ὁ τοιοῦτος ἀνεκράθη τῇ θεότητι· ἓν ἐγένετο μετὰ τοῦ θεοῦ, χω ρισθῆναι οὐκέτι δύναται. Τῷ αὐτῷ λόγῳ καὶ ὁ ἄπιστος καὶ ὁ σαρκικὸς εἰς τὸ μέτρον τὸ ἴδιον ὅσον ἐκδίδωσιν ἑαυτὸν ταῖς σαρκικαῖς ἡδοναῖς καὶ τῇ ἀπιστίᾳ, τοσοῦτον εὑρίσκει ἐν ἑαυτῷ πληθυνομένην τὴν ἀνομίαν. Καὶ ἔστιν εὑρεῖν καὶ τοῦτο ἐν τῇ γραφῇ· τοῖς μὲν σαρκικοῖς λέγει· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Τοὺς δὲ εἰς ἐσχάτην κακίαν καταπεσόντας [οὐ] σαρκικοὺς καλεῖ ὡς μηκέτι ἔχειν ἀρχὴν κἂν τὴν τυχοῦσαν εἰς αὐτοὺς τὸ πνεῦμα τὸ ἅγιον· λέγει γὰρ οὕτως ἐν τῇ κτίσει· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καὶ ἔδει περὶ τούτου παραθεῖναι πλείονας μαρτυρίας τῶν γραφῶν, ἀλλὰ περισσὸν ἡγησάμεθα φανερῶν ὄντων τῶν δύο προσώπων τοῦ πιστοῦ καὶ τοῦ ἀπίστου. Εὑρήσεις γὰρ εἰς τὸ πρῶτον μέτρον τῆς εὐσεβείας φθάσαντας τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας καὶ πολλὰ τέκνα τῆς ἐκκλησίας τοῦ Χριστοῦ, καὶ εἰς τὸ δεύτερον πρόσωπον πολλοὺς μὲν ἄλλους ἐν ταῖς γραφαῖς εὑρήσεις ἐργάτας τῆς ἀνομίας καὶ τέκνα διαβόλου καὶ πολλοῖς καὶ διαφόροις ὀνόμασιν ὠνομασμέ νους· εἷς δέ ἐστιν ἐξ αὐτῶν ὁ Σίμων, ὁ ἔξαρχος τούτων τῶν αἱρέσεων, ὃν δείξομεν πᾶσαν τοῦ διαβόλου τὴν κακίαν εἰς τὴν ἑαυτοῦ καρδίαν δεξάμενον. Οὗτος γὰρ προσελθὼν φιλίππῳ τῷ ἀποστόλῳ, κηρύσσον τι ἐν Σαμαρείᾳ, καὶ κατηχηθεὶς παρ' αὐτοῦ τὸν λόγον τῆς ἀληθείας καὶ ἀποταξάμενος τῷ διαβόλῳ καὶ ταξάμενος τῷ θεῷ καταξιοῦται καὶ τοῦ βαπτίσματος, ὃς καὶ ἦν παραμένων τῷ ἀποστόλῳ θεωρῶν τε τὰ σημεῖα καὶ τὰς δυνάμεις τὰς δι' αὐτοῦ ἐπιτελουμένας ἐξίστατο· οὐδὲ γὰρ ἁπλῶς ἐπήκουσε τοῦ κηρύγματος, ἀλλὰ καὶ μέχρι χρόνου δηλοῖ αὐτὸν ἡ γραφὴ παραμείναντα, ὥστε καὶ ὀφθαλμῷ καὶ ἀκοῇ αὐτὸν πληροφορηθῆναι. Καὶ ταῦτα μὲν ἡ φιλανθρωπία τοῦ θεοῦ εἰργάζετο, ἵνα αὐτὸν κερδήσῃ· καὶ εἰ ἠθέλησεν, ἔτυχεν ἂν τούτου, ἀλλ' ἀντὶ τούτου τὰ ἐναντία φρονεῖ. Δηλώσαντος γὰρ

7
τοῦ ἁγίου Φιλίππου τοῖς ἐν Ἱεροσολύμοις συναποστόλοις, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ καὶ ὅτι καιρός ἐστι δοθῆναι αὐτοῖς καὶ ἱερέας, κατελθόντων δὲ τοῦ ἁγίου Πέτρου καὶ Ἰωάννου ἀπὸ Ἱεροσολύμων καὶ ποιούντων τὰς χειροθεσίας, ἐλάμβανον πνεῦμα ἅγιον οἱ τῆς χάριτος ταύτης κατ αξιούμενοι. Θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα τὸ ἅγιον, φιλαρχίαν νοσήσας προσφέρει δῶρα τοῖς ἀποστόλοις λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. Πέτρος δὲ πρὸς αὐτὸν εἶπε· Τὸ ἀργύριόν σου σὺν σοὶ εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι καὶ τὰ ἑξῆς. Οὗτός ἐστι Σίμων ὁ πρὸ τοῦ ἀποταξάμενος τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ πᾶσιν τοῖς ἔργοις αὐτοῦ· οὗτός ἐστιν ὁ ὑπὸ τοῦ ἀποστόλου Φιλίππου ὑποδεξάμενος τὸ βάπτισμα· ἀλλ' ἐπαινετὸς μέχρι τούτου, μετὰ δὲ ταῦτα ἐλεεινός. Ἀστοχήσας γὰρ τοῦ σκοποῦ καὶ τῆς τοιαύτης χάριτος καὶ τῆς χειροτονίας ἀνάξιος κριθείς, ἄρχεται πολεμεῖν τοῖς ἀποστόλοις μηκέτι γνω ρίζων τοὺς ἐργάτας, μηκέτι γνωρίζων τὸν γεννήσαντα, πάντων ὁμοῦ ἐπιλαθόμενος· ὁ πρὸ μικροῦ μαθητὴς καὶ νῦν πολέμιος. Τί ἔπαθες, ἄνθρωπε; Τίς σε οὕτως ἀπεθηρίωσε; Τίς σε εἰς αὐτὴν τὴν λύσσαν ἀνήνεγκε; Τί ἐξέδωκας σεαυτὸν παντελῶς τῷ πονηρῷ, ὥστε πηρωθῆναι πᾶσαν τὴν καρδίαν σου καὶ μηκέτι δέχεσθαι τὴν τῶν ἀποστόλων παραίνεσιν, ἀλλ' ἑαυτὸν εἶναι δικαιότε ρον τῶν ἀποστόλων νομίζειν; Καὶ οὐ παύεται μέχρι θανάτου πο λεμῶν τοῖς ἀποστόλοις, καὶ οὐκ ὤκνησεν ἀπὸ Σαμαρείας μέχρι Ῥώμης διαβῆναι κἀκεῖ συνεργῆσαι τῷ διαβόλῳ καὶ πολεμῆσαι τῷ Χριστῷ. Ἐδείξαμεν διὰ τῶν πραγμάτων τὸν ἀρχηγὸν τῶν αἱρέσεων· καὶ ἤρκει διὰ τούτων πεῖσαι τοὺς ἀπατωμένους τίνος εἰσὶ μαθηταί, τίνος εἰσὶ ζηλωταί, τίνος τὸ ἔργον μεταδιώκουσι, τίνος ἕνεκεν τῷ Χριστῷ μάχονται. Ἀλλ' ἵνα πλέον αὐτοὺς ἐντρέψωμεν, πείσομεν αὐτοὺς ὅτι μέχρι καὶ σήμερον τὴν διδαχὴν ἐκείνου κατέχουσι· καὶ τοῦτο ἀπ' αὐτῶν ἐκείνων λαβόντες τὴν ἀπόδειξιν ἀπὸ τῶν ἰδίων ἐλέγχων αὐτοὺς ἐλέγξομεν. Ὡς γὰρ ἐκκλησία ἡ καθολικὴ καὶ ἀποστολικὴ σῴζει τὴν γενεαλογίαν τοῦ Χριστοῦ, οὕτως καὶ αἱ αἱρέσεις φυλάσσουσι τὴν διαδοχὴν τοῦ Σίμωνος. Γέγραπται ἐν βιβλίῳ παρ' αὐτοῖς φυλασ σομένῳ ὃ λέγουσι Πέτρου Πράξεις, ὅτι Γέμελλός τις γνήσιος μαθητὴς γέγονε τοῦ Σίμωνος· αὐτὸς ἕως τῆς τελευταίας αἰ σχύνης καὶ τοῦ θανάτου αὐτῷ παραμείνας. Καὶ τούτου τὸ ὄνομα μέχρι τοῦ νῦν ἐπίκειται τῇ αἱρέσει τῶν ψευδοἀποτακτιτῶν, Γεμελλῖται γὰρ ἐπονομάζονται. Οὗτος ὁ Γέμελλος μετὰ τὴν πτῶ σιν τοῦ Σίμωνος καὶ τὸν πικρὸν θάνατον–θάνατος γὰρ ἁμαρτωλῶν πονηρός μὴ εὑρὼν τόπον τοῦ καταβλάψαι τινὰ ἢ ἀπατῆσαι ἐν τῇ Ῥώμῃ, ὡς τὸ γράμμα μαρτυρεῖ, οὐδὲ γὰρ ἔστι τοιαύτη αἵρεσις ἐν αὐτῇ–καταλαμβάνει τὰ μέρη ταῦτα καὶ εὑρὼν ἀφελὲς καὶ εὔκολον τὸ ἔθνος καὶ ἄπειρον τῆς πλάνης ἄρχεται τοῦ διδάσκειν καὶ χειροτονεῖν καὶ πάντα κακουργεῖν τὰ μυστήρια τῶν χριστιανῶν καὶ ἑαυτὸν ἀποτακτίτην ὀνομάζει. Καὶ ἦν αἱρεσιάρχης αὐτὸς διαδεξάμενος ἀπὸ τοῦ Σίμωνος τὴν αἵρεσιν, μήτε βάπτισμα λαβὼν παρά τινος, μήτε ὅλως χριστιανὸς ὀνομασθείς, ἢ μόνῳ Σίμωνι μαθητευθεὶς καὶ τὰ ἐκείνου ὠφελημένος. Ταύτην τὴν ἀρχὴν ἔσχεν ἡ αἵρεσις. Χρόνου δὲ προϊόντος καί τινων ἀπατηθέντων διὰ τὸ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν τοῦ Χρισ τοῦ ἐλαύνεσθαι ὑπὸ τῶν τότε διωκόντων τὴν ἐκκλησίαν, μία δὲ αἵρεσις ὄντες ἐδόκουν λανθάνει καὶ πάλιν ὁ καθηγητὴς αὐτῶν διάβολος ἔχων αὐτοὺς ἅπαξ ὑποχειρίους καὶ εἰς πάντα ὑπηκόους, μερίζει αὐτοὺς εἰς δύο οὕτως· εὑρεθέντες τινὲς εἰς αὐτοὺς ζῷα ἔχοντες ὑπὸ τῶν μὴ ἐχόντων ἐβδελύχθησαν προώ σαντες γὰρ τούτους οἱ μὴ ἔχοντες ὡς ἀκαθάρτους καὶ ἀνοσίους τῆς τοιαύτης ἀποτάξεως, αὐτοὶ μόνοι τὴν προσηγορίαν τοῦ ἀρχηγοῦ αὐτῶν τῆς ἀπωλείας τοῦ Γεμέλλου ἐκληρονόμησαν. Ἀλλὰ γὰρ καὶ αὐτοὺς πάλιν κατατέμνει ὁ διάβολος· ἅπαξ γὰρ κρατήσας αὐτῶν ἀντὶ παιγνίου

αὐτοῖς κέχρηται. Εὑρὼν γάρ τινας εἰς αὐτοὺς σάκκινα φοροῦντας ἐχώρισεν αὐτοὺς ἀπὸ τῶν φο ρούντων τὰ ἔρινα ἱμάτια, ὡς ἀπὸ ἀσεβῶν. Ἀλλ' οὐδὲ μέχρι τούτου ἐνεπλήσθη τῆς κατ' αὐτῶν ἀπάτης ὁ διάβολος· πάλιν γὰρ κατα σχίζει τοὺς τὴν ψευδώνυμον ἀπόταξιν περιβεβλημένους. Καὶ μέχρι μὲν τούτου ἦν τις καὶ πρόφασις τῷ διαβόλῳ, δι' ἧς τὸν χωρισμὸν αὐτοῖς ἐποίει· προφάσει γὰρ τετραπόδων ἢ σακκίου ὁ χωρισμὸς ἐγίνετο εἰς αὐτούς. Νυνὶ δὲ πρόφασις οὐδεμία τοῦ χωρισμοῦ, πάντες γὰρ ἴσοι· πάντες γὰρ οὐ τὸ ὄνομα τοῦ Χριστοῦ ἀλλὰ Σίμωνος καὶ Γεμέλλου φέροντες, κἀκεῖνοι Ἀποτακτῖται, καὶ Σίμωνος καὶ Γεμέλλου πάντες διάδοχοι. Καὶ τίς ὁ χωρισμός; Καὶ τίς ἡ αἰτία; Εἴπατε, ἵνα γνῶμεν· ἀπετάξασθε τῷ Χριστῷ καὶ παντὶ τῷ μυστηρίῳ αὐτοῦ, ἔπειτα καὶ ἀλλήλοις μηκέτι εὑρίσκοντες τίνι ἀποτάξασθαι. Ἅπαξ πάντων τῶν ἀγαθῶν ὑστερηθέντες ἀλλήλοις ἀποτάσσονται· ἀλλήλους γὰρ βδελυσσόμενοι καὶ ἀπ' ἀλλήλων χωριζόμενοι ὡς ἀπὸ πολεμίων νομίζουσι χωρίζεσθαι, ὅπερ καὶ ἀπόταξιν ὀνομάζουσιν. Ἴδωμεν δὲ καὶ τὸ ἄλλο σχῆμα ὃ οὗτοι ὡς ἄχρηστον ἀπερ ρίψαντο. Ποῖον ὄνομα αὐτοῖς καινοτομήσουσι τῆς τοιαύτης ἀποτάξεως ἐκβεβλημένοι; Ἀλλ' ὅμως κἀκεῖνοι εὑρίσκουσιν εὐ κόλως ἑαυτοῖς ὄνομα· Ἐγκρατίτας γὰρ ἑαυτοὺς ὀνομάζοντες ὅτι παρατάσσονται ἐκείνοις. Χωρισθέντες γὰρ ἀπ' ἀλλήλων πόλεμον ἀδιάλλακτον κατ' ἐκείνων ἔχουσιν, ὅπως ἴδωμεν τὴν τούτων ἐγκράτειαν καὶ τίνων ἐγκρατεύονται· λόγου δὲ ἐπαγγεί λασθαι ἐγκράτειαν ἢ ἀπόταξιν οὐδὲν θαυμαστὸν οὐδὲ καμάτου πρόξενον· ἀλλ' οὐ ζητεῖται λόγος μόνον, ἀλλὰ καὶ τὸ ἔργον, Λέγει γὰρ ὁ κύριος ἐν εὐαγγελίοις· Τί δέ με καλεῖτε· κύριε, κύριε· καὶ οὐ ποιεῖτε ἃ λέγω· καὶ Ἠσαΐας ὁ προφήτης· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με καὶ τὰ ἑξῆς. Τοῦ γὰρ κυρίου πᾶσαν τὴν δύναμιν τῆς γραφῆς τῆς παλαιᾶς καὶ καινῆς διαθήκης εἰς δύο ἐντολὰς συγ κλείσαντος ἐν τῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἆρα φυλάσσουσιν οὗτοι τὰς ἐντολὰς ταύτας; Ἀλλὰ πάντως οὐδεὶς πιστεύσει τῶν συνετῶν ταῖς ἐπαγγελίαις, ἐὰν μὴ καταμάθῃ ἐν σοὶ τοὺς καρποὺς τῆς γῆς. Ἕτοιμος γὰρ σὺ δὴ μεγάλα ἐπαγγέλλεσθαι καὶ διὰ τούτων ἀπατᾶν τοὺς ἀστηρίκτους. Καὶ ἄνω δὲ τοῦτο ἐδείξαμεν ὅτι αὐτὸς ὁ Σίμων ἀπὸ τῶν ἀποστόλων ἀποστατήσας ἔλεγεν ἑαυτὸν τὴν δύναμιν τοῦ θεοῦ. Βλέπε πῶς ἐν συντόμῳ εὗρεν ἑαυτῷ ὄνομα δυνάμενον καταπλῆξαι τοὺς νηπιάζοντας. Καὶ ὁ τούτου δὲ μαθητὴς Γέμελ λος ἀπόταξιν κηρύξας ἀποστασίαν ἐποίησεν. Ἴσως οὖν ἀκο λούθως καὶ αὐτὸς τοῖς διδασκάλοις σου ἑπόμενος ταῦτα ἐπαγγέλλεις λόγῳ τοῖς ἔργοις ἀρκούμενος· λέγεις γὰρ ὅτι· «Ἀγαπῶ τὸν θεόν, ἀγαπῶ καὶ τὸν πλησίον καί εἰμι ἐγκρατίτης «. Πρῶτον εἰ ἤθελες ἐγκρατεύεσθαι, οὗπερ ἂν ἐβούλου· τούτῳ γὰρ καὶ ἑαυτὸν ἦν ὠφελεῖν καὶ τὸν πλησίον· εὑρίσκομεν γὰρ ἐν ταῖς γραφαῖς ὅτι δικαίοις ἁμαρτωλοὶ ἐχαρίσθησαν, ἁμαρτωλοῖς δὲ ὁμοῦ συγκατεκρίθησαν δίκαιοι. Καὶ ἦν εἰπεῖν πολλὰ περὶ τούτων, ἀλλὰ τοῦ προκειμένου ἁψώμεθα. Τίνα λέγεις τὸν πλησίον; Ὃν ἀγαπᾷς; Πάντως κατὰ τὸν λόγον τοῦ κυρίου πᾶς ἄνθρωπος πλησίον σού ἐστι· τοῦτο γὰρ δηλοῖ τὸ εὐαγγέλιον. Εἰ ἠγάπας οὖν τὸν πλησίον, οὐκ ἂν ἀπέφυγες τῆς ἐκκλησίας πάντας ὁμοῦ καταλιπών, μιμησάμενος τὸν φαρισαῖον καὶ τὸν ἐκείνου τῦφον νοσήσας, πάντας τῷ σῷ λόγῳ κατακρίνας καὶ μόνον ἑαυτὸν δίκαιον νομίσας. Καὶ ἐκεῖνος γὰρ ἀνελθὼν εἰς τὸ ἱερὸν ταῦτα προσηύχετο· εὐχαριστῶ σοι, ὁ θεός, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ καὶ ὡς οὗτος τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Τούτων οὐδὲν ἐψεύσατο, ἀλλ' εἰ καὶ τὰ ἀληθῆ ἔδοξε λέγειν, καταδικάζεται· οὐχ ὅτι ἐνήστευσεν ἢ ἀπεδεκάτωσε τὰ ὑπάρχοντα αὐτῷ, ἀλλ' ὅτι τὴν ἀνθρωπότητα πᾶσαν τῷ ἰδίῳ λόγῳ κατέκρινεν. Ὁ δὲ τελώνης ὁ ἁμαρτωλὸς τύπτων τὸ στῆθος, τὴν πηγὴν τῶν λογισμῶν, οὐκ ἀπαριθμῶν

9
τὰ δικαιώματα τῆς κοιλίας ὡς ὁ φαρισαῖος, ἀλλ' οὐδὲ τοὺς ὀφθαλμοὺς τολμῶν ἐπᾶραι εἰς τὸν οὐρανόν, ἔλεγεν· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πρὸς ταῦτα ὁ κύριος· Ἀμὴν λέγω ὑμῖν, ὅτι κατῆλθε δεδικαιωμένος ὁ τελώνης παρ' ἐκεῖνον τὸν φαρισαῖον. Καὶ ἵνα μὴ νομίσῃ τις περὶ τῶν δύο προσώπων ταῦτα αὐτὸν εἰρηκέναι, ἐπήγαγεν εἰπών, ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Βλέπεις πῶς ἐδικαίωσε τὸν τελώνην ἡ ἐξομολόγησις τῶν ἁμαρτημάτων, καὶ πῶς κατέκρινε τὸν φαρισαῖον ἡ ἀπαρίθμησις τῶν δικαιωμάτων; Πλὴν ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, καὶ τοῦ φαρισαίου ἐκείνου ἀσεβέστεροί εἰσιν οἱ εἰς τὴν νομιζομένην ἐγκράτειαν χωρήσαντες. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ τοὺς ἀνθρώπους ἐξηυτέλιζεν, ἀλλ' ὅμως εἰς τὸ ἱερὸν ἤρχετο καὶ μετὰ παντὸς τοῦ λαοῦ τὰς λατρείας ἀπεδίδου τῷ θεῷ· τούτους δὲ εἰς τοσοῦτον ἐφυσίωσεν ὁ διάβολος, ὡς καὶ αὐτῆς τῆς ἐκκλησίας τοῦ Χριστοῦ κατεπαρθῆναι. Καὶ τί ἀπολογήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως; Πάντως γὰρ ἐρεῖ αὐτοῖς ὁ κύριος· «Ἐγὼ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἤσθιον καὶ συνανακείμενος αὐτοῖς ἁμαρτωλὸς οὐκ ἐγενόμην, καὶ ὑμεῖς ἅπαντα τὸν λαόν μου ὡς ἁμαρτωλοὺς ἐβδελύξασθε. Οὐδεὶς ἴσως ὑμῶν ἦν ἐν δικαιοσύνῃ· ἰσότιμον ἑαυτοῖς οὐδένα εὕρετε, πάντων ταῖς καρδίαις ἐνεβατεύσατε, πάντων τοὺς λογισμοὺς ἀνέγνωτε. Οἴδατε ὅτι ὁ θεὸς καρδίας ἐστὶ δοκιμαστής, οὐ κοιλίας ζυγοστάτης· ἔστω δὲ καὶ τὸν λαόν μου ὡς ἁμαρτωλὸν κατεδικάσατε οὔτε ἐμοὶ τὴν κρίσιν ταμιευσά μενοι, ἀλλὰ αὐτοὶ πρὸ καιροῦ πάντας κατακρίνοντες. Τῆς δὲ ἐκκλησίας μου τί κατέγνωτε; Ποίαν ἁμαρτίαν αὐτῇ ἐγκαλέσετε; Τὸ δὲ θυσιαστήριον, τί ὑμᾶς ἠδίκησε; Καὶ τοῦτο κατελείψατε «. Ἀλλὰ τί ποιήσουσιν; Εἰς αὐτὸν γὰρ τὸν κριτὴν ἔφθασεν ἡ ἀσέβεια· οὐ μόνον γὰρ κατὰ παντὸς τοῦ λαοῦ ἐπήρθησαν, ἀλλὰ καὶ κατὰ τοῦ δεσποτικοῦ κτίσματος· ἁμαρτωλὸν γὰρ κἀκεῖνο λέγουσιν. Ἕως μὲν γὰρ εἶχον ἑαυτούς, ἕως ἐφύλασσον τὸ ὑπὸ τῆς χάριτος τῆς παραμενούσης τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ δοθέν, τὰ ἅγια ἅγια ἦν καὶ αὐτοὺς δὲ ἡγίαζε διὰ τῆς μεταλήψεως. Ὅτε δὲ ἀπέσχισεν αὐτοὺς καὶ τὴν καρδίαν αὐτῶν ἐπήρωσε 18-20 ς· αὐτὰ δὲ τὰ ἅγια ἀκάθαρτα 18-20 ἡ ἀγάπη αὐτῶν· τοῦτο γὰρ ἔλεγε 18-20 τὸν πλησίον σου ὡς ἑαυτόν. 18-20 ὁ λόγος· τὸν πλησίον σου οὐ 18–20 κατέκρινας· τοῦτο σού ἐστι τὸ 18-20 ἐστὶν ἡ ἐγκράτεια, κακῶς 18-20 δαιμόνων σε λέγω ἀγνωμονέστερον 12-14 ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ τοῖς ἁγίοις μυστηρίοις αὐτοῦ ὀχλουμένους τινὰς ὑπὸ πνευμάτων πονηρῶν καὶ τοὺς ὄντας τέκνα τῆς ἐκκλησίας, τοὺς ἔχοντας τοῦτο τὸ χάρισμα, τοῖς δαίμοσιν ἐπιτιμῶντας. Καὶ ἐπὰν ἴδωσι σκληρυνόμενον τὸ πνεῦμα τὸ ἀκάθαρτον πρὸς τὴν ἔξοδον, οὐδὲν ἄλλο ἀλλ' ἢ τὸ ἅγιον καὶ φοβερὸν ὄνομα τοῦ Χριστοῦ ὀνομάσαντες οὕτως τὸν πικρὸν δαίμονα ἀπελαύνουσι· δαίμονες ἐπακούοντες τοῦ ὀνόμα τος τοῦ Χριστοῦ φρίττουσι καὶ μὴ φέροντες τὸ φοβερὸν τοῦ μυστηρίου ὑποχωροῦσι. Καὶ αἱρετικοὶ τοῦτο διαφόρως βλασφημοῦσιν· ἀλλ' ἐπειδὴ οὐδεὶς εὑρέθη αὐτοῖς πλησίον ἐν ταῖς ἐκκλησίαις τῆς οἰκουμένης ἄχρι καὶ σήμερον, οὐχ ἱερεὺς τοῦ θεοῦ λειτουργῶν τῷ θυσιαστη ρίῳ, οὐ μονάζων ἐκκλησιαστικῶς χρημάτων ἀποταξάμενος καὶ ἐν νηστείαις καὶ ἀγρυπνίαις διάγων, οὐ παρθένος φρονίμη μετὰ τῆς παρθενίας φυλάττουσα καὶ τὸ ἔλαιον, ὅπερ ἐστὶ τὸ χρῖσμα τοῦ βαπτίσματος· ἀλλὰ νομίζουσι τοὺς συναιχμαλωτισθέντας αὐτοῖς ὑπὸ τοῦ διαβόλου πλησίον τυγχάνειν. Κατάμαθε, εἰ κἂν τοῦτο φυλάττωσιν, ἵνα ἐκ τῶν πραγμάτων πληροφορήσωμεν αὐτούς, ὅτι ὁ διάβολος συνείδησιν οὐ φυλάσσει οὐδὲ φείδεται τῶν μαθητῶν τῶν ἰδίων, ἀλλὰ πολυτρόπως καὶ πολυμερῶς αὐτοὺς καταμερίζει. Μόνον γὰρ ἵνα ἀποστήσῃ τινὰς τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ὥσπερ λύκος πρόβατα ἀπὸ μάνδρας ἀποσπά σας μεληδὸν κατατέμνει καὶ οὐ φείδεται, οὐ γὰρ ἔχει σπλάγ χνον, οὕτως καὶ ὁ διάβολος, ὅταν χωρίσῃ τινὰς ἀπὸ τῆς ἐκκλησίας, ποικίλως καὶ ἀφειδῶς τούτους καταμερίζει, ἵνα μή ποτε ἀνανήψωσι καὶ

10
ἀνακάμψωσιν εἰς τὴν μάνδραν τοῦ Χριστοῦ. Καὶ γὰρ ἔστιν ἰδεῖν τοὺς λεγομένους Ἐγκρατίτας μεριζομένους καὶ χωριζομένους ἀπ' ἀλλήλων 11 νοοῦντας τὸ εὐαγγελι κὸν τοὺς 6-7 ὅτι πᾶσα οἰκία ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ στήσεται. 11 οἱ τοσαῦτα διασπώμενοι τῆς ἐκκλησίας 11 ἐγκατάλειμμα ἀγάπης ἐν ἡμῖν, ὅπου ἔλεγε· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Σιὼν δὲ αὐτὸ τὸ ὄρος ἐστίν, ἐν ᾧ ἡ πόλις ᾠκοδόμητο· εὐλογήσει γάρ σε κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ. Πλὴν ἀλλ' εἰ καὶ Μωϋσῆς πολλάκις τὰ αὐτὰ ἔγραψεν ἀλλαχοῦ μὴ ἀνενεγκεῖν θυσίαν, ἀλλ' Ἱεροβοὰμ ὁ υἱὸς Ναβάτ, ὁ ἀγενής, ὁ μὴ φοβούμενος τὸν θεόν, ὁ τοῦ νόμου καὶ τῶν προφητῶν ἐπιλα θόμενος, ἀποσχίζει τὸν λαὸν ἀπὸ Ἱερουσαλὴμ καὶ ἀποστασίαν διδάξας ἐνομοθέτησεν ἐν αὐτοῖς μὴ ἀναβαίνειν εἰς Ἱερουσαλὴμ μηδὲ ἐκεῖ ἀναφέρειν τὰς λατρείας ἃς προσέταξεν ὁ νόμος, μηδὲ ἐπακούειν τῶν γραφῶν, μηδὲ ὅλως βλέπειν τὸν οἶκον τοῦ θεοῦ, λογιζόμενος τοῦτο, ὅτι ἐὰν ὁ λαὸς ἔρχηται εἰς Ἱερουσαλὴμ καὶ ἐπακούῃ τῶν ἐντολῶν τοῦ θεοῦ, προστεθήσεται τῷ οἴκῳ τοῦ θεοῦ καὶ τιμήσει τὸν ἔννομον βασιλέα καὶ αὐτὸν καταλείψει. Τί οὖν ποιεῖ διὰ τὴν φιλαρχίαν καὶ κενὴν ἀπάτην; Ἵνα δόξῃ ἄρχειν τοῦ λαοῦ, δύο δαμάλεις ἵστησι χρυσᾶς τοῖς ὄρεσι λέγων· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου· τούτοις προσκύνει, μὴ ἀνέρχου εἰς Ἱερουσαλήμ. Καὶ νομοθετήσας ταῦτα τῷ λαῷ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς Ἱερουσαλήμ. Βλέπεις τί ποιεῖ κενοδοξία, τί ἐργάζεται ἀλαζονεία καὶ ὑπερηφανία; Ἐπήρθη κατὰ τοῦ ἐννόμου βασιλέως, ἠναγκάσθη λοιπὸν ὑπὸ τοῦ πάθους τῆς φιλαυτίας καὶ εἰς αὐτὸν τὸν θεὸν ἀσεβῆσαι. Καὶ τί πρὸς ταῦτα; Σαμαρείτην ἑαυτὸν καὶ τὸν λαὸν ὀνομάζει· Σαμαρείτης δὲ τῇ Ἑβραίων φωνῇ ἐστι φύλαξ τοῦ νόμου. Ἆρα ἀκολούθως Σαμαρείτου ὄνομα ἑαυτῷ ἐπέθηκεν ἢ ἐψεύσατο; Εἰ ἦς φύλαξ τοῦ νόμου, ἐφύλασσες ἂν τὸν νόμον, ἀνήρχου εἰς τὸν ναὸν τοῦ θεοῦ, ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ πάσας τὰς εὐχὰς ἀνέφερες, ὡς ὁ θεὸς διὰ Μωϋσέως ἐνετείλατο, καὶ ἦς ἀληθῶς φύλαξ τοῦ νόμου. Ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ θεοῦ ἀπέστησας τὸν λαὸν αὐτοῦ, εἴδωλα ἀνέστησας, καὶ φύλακα σεαυτὸν λέγεις τοῦ νόμου. Πάντως φύλακές εἰσι τοῦ νόμου οἱ τῇ Ἱερουσαλὴμ παραμένοντες καὶ τὰς ἐντολὰς τοῦ νόμου καὶ τῶν προφητῶν φυλάσσοντες. Ἀλλ' οὐκ ἠρκέσθη μόνον τὸ ψευδὲς ὄνομα ἑαυτῷ περιθεῖναι, ἀλλὰ καὶ ἀκάθαρτον λέγει τὸν λαὸν τοῦ θεοῦ τὸν παραμένοντα τῇ [τε] Ἱερουσαλὴμ καὶ τοῦτον βδελύσσεται κατὰ κράτος ἐβδελυγμένος ὢν καὶ ἀκάθαρτος. Οὐδὲ γάρ τινος ἅπτεται ὧν ὁ λαὸς τοῦ θεοῦ, οὔτε σκεύει τινὶ κέχρηται ᾧ τὸ πρὶν ἐχρήσατο ὁ λαὸς τοῦ θεοῦ. Τί δὲ λέγω, εἰ τοὺς Ἰουδαίους ἐβδελύξατο; Ἀλλὰ καὶ πάντα χριστιανὸν μέχρι καὶ τήμερον ἀποστρέφονται καὶ οὔτε ποτήριον οὔτε πινάκιον ἴδιον αὐτῶν κιχρῶσιν, ἀλλὰ λέγουσι καὶ τὰ σκεύη αὐτῶν μιαίνεσθαι ὑπὸ τῶν ἀνθρώπων. Καὶ ἵνα γνῷ ἕκαστος ἡμῶν εἰς πόσον ἐξέπεσαν, αὐτῷ τῷ Χριστῷ ἡ Σαμαρεῖτις γυνὴ εἶπε πρῶτον περὶ τῆς Ἱερουσαλὴμ ἀπομαχομένη· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ πῶς ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύ μοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν; Περὶ δὲ τοῦ ὕδατος, ὡς εἶπεν αὐτῇ· Δός μοι πιεῖν ἐκ τῆς ὑδρείας, λέγει αὐτῷ· Καὶ πῶς σὺ πιεῖν αἰτεῖς παρ' ἐμοῦ οὔσης γυναικὸς Σαμαρείτιδος; Ὁρᾷς ὅτι οὐκ ἠθέλησεν αὐτῷ δοῦναι, ἵνα μὴ μιάνῃ αὐτῆς τὴν ὑδρείαν, ὡς ἐκείνη ἐνόμισε· φανερά τε τὰ πράγματα. Τίς οὐκ ἐπιγινώσκει τοὺς παρ' ἡμῖν Σαμαρείτας; Τοὺς ἀποστάντας ἀπὸ τῆς Ἱερουσαλήμ, τουτέστιν ἀπὸ τῆς ἐκκλησίας τοῦ Χριστοῦ, τοὺς νομοθετήσαντας μηκέτι εὐχὴν ἢ ἀπαρχὰς προσφέρειν τῷ θεῷ ἐν τῇ Ἱερουσαλήμ, μηδὲ ἐπακούειν τῶν γραφῶν ἢ τῶν διδασκαλιῶν τῶν διδομένων ἐν ταῖς ἐκκλησίαις τοῖς ποιμέσι παρὰ τοῦ πνεύματος τοῦ ἁγίου, ἀλλ' εἶναι κεχωρισ μένους καὶ ἀλλοτρίους παντελῶς τοῦ λαοῦ τοῦ θεοῦ, ὀνόματα σεμνὰ ψευδῶς ἑαυτοῖς ἐπονομάσαντας. Ὡς γὰρ ἐκεῖνος μετὰ πᾶσαν τὴν ἀσέβειαν φύλακα τοῦ

11
νόμου ἑαυτὸν προσηγόρευσεν, οὕτως οὗτοι ἀρνησάμενοι τὴν πίστιν ἣν ἔλαβον ἐν τῇ ἐκκλησίᾳ Ἐγκρατίτας καὶ Ἀποτακτίτας ἑαυτοὺς προσηγόρευσαν. Δέον παραβάτας αὐτοὺς λέγεσθαι, ὅτι τὰς πρὸς θεὸν συνθήκας παρέβησαν. Ἐπεὶ ποῦ θήσομεν ἕκαστον; Ἐβαπτίσθησαν ἐν τῇ ἐκκλησίᾳ παρὰ τῶν ἱερέων τοῦ θεοῦ, μετὰ τὸ βάπτισμα ἐτράφησαν τῷ ἁγίῳ σώματι καὶ τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ. Ἆρα φυλάσσουσι ταύτας τὰς παραδόσεις; Ἓν τούτων ἐάν τις ἀρνήσηται, ὅλα ἠρνήσατο. Ἆρα οὖν τὰ τρία φυλάττουσι, τὸ βάπτισμα, τὸ σῶμα, τὸ αἷμα; Εἷς ἱερεὺς τὴν τριάδα σοι τῶν μυστηρίων παρέδωκεν· οὐ δύνασαι τὸ μὲν κρατεῖν, τὸ δὲ ἀφιέναι· εἰ μὲν ἄλλος ἦν ὁ βαπτίσας σε καὶ ἄλλος ὁ σῶμα ἐπιδοὺς καὶ ἕτερος ὁ τὸ αἷμα, ἔλεγες ἄν· «Οἱ δύο ἀληθῶς μοι παρέδωκαν, ὁ δὲ τρίτος ἐνέπαιξέ μοι «. Νυνὶ δὲ παρ' ἑνὸς ἱερέως πάντα τὰ μυστήρια ὑπεδέξω· ἐὰν αὐτὸν λέγῃς ἱερέα Χριστοῦ, φύλασσε τὰ μυστήρια, ἵνα μὴ γένῃ παραβάτης· εἰ δὲ οὐ λέγεις αὐτὸν ἱερέα, κατηχούμε νον αὐτὸν λέγεις καὶ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀλλότριον, ἀλλαχοῦ γὰρ οὐδαμοῦ ἐβαπτίσθης. Καὶ ὥσπερ οἱ εἰς τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντες εἰς αὐτὸν τὸν πατέρα καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀσεβοῦσιν, ὁμοίως δὲ καὶ οἱ τῷ πνεύματι ἁγίῳ ἀπιστοῦντες τῷ παναγίῳ πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ υἱῷ Ἰησοῦ Χριστῷ ἀπιστοῦσιν, οὕτως ἔστιν εὑρεῖν καὶ εἰς τὴν τριάδα τῶν μυστη ρίων. Ἐάν τις ἓν ἐξ αὐτῶν ἀθετήσῃ, τὴν τριάδα ἠθέτησεν· ἀθετήσας οὖν τὰ μυστήρια τοῦ Χριστοῦ καὶ ἀποστατήσας τῆς ἐκκλησίας δικαίως παραβάτης ὀφείλεις ὀνομάζεσθαι· καὶ ἵνα σε πείσω, ὅτι καὶ τῶν παραβατῶν τῶν ἐν τοῖς διωγμοῖς ἀσεβέστε ρος τυγχάνεις, ἐκεῖνοι μὴ φέροντες πολλάκις τὰς πληγὰς ἠναγ κάσθησαν δι' ἀσθένειαν σώματος πολλάκις ἀρνήσασθαι, ἐλεεινοὶ καὶ πολλῶν θρήνων ἄξιοι· ἀλλ' ὅμως μεταγνόντες τὴν ζωὴν αὐτῶν πᾶσαν πολλάκις ἀπωδύροντο, ἵνα ποτὲ αὐτοῖς ὁ θεὸς διαλλαγεὶς καταξιώσῃ πάλιν αὐτοὺς εἰς τὴν εἴσοδον τῶν ἁγίων. Σὲ δὲ εἰς τοσοῦτον ἐσκότισεν ὁ διάβολος ὡς μὴ ἐπιζητεῖν τὴν κοινωνίαν τῶν ἁγίων ἀλλὰ τἀναντία λέγειν, ἵνα μηκέτι εἰσέλθῃ εἰς τὸ στόμα σου τὸ βλάσφημον, τὸ φοβερὸν καὶ ἅγιον αἷμα τοῦ Χριστοῦ. Ἴδε οὖν, πανταχόθεν ἀπεδείχθης οὐ μόνον Σαμάρειαν καινοτομήσας, ἀλλὰ καὶ παράβασιν. Καὶ ὥσπερ ὁ Σαμαρείτης διὰ τοῦ σχήματος τὴν ἀποστασίαν ἐποίησε καὶ ὑπὸ τῆς περιτομῆς ἐλέγχεται ὅτι ποτὲ Ἰσραηλίτης ἦν, οὕτως καὶ σύ, εἰ καὶ ἀπέσχισας ἀπὸ τῆς ἐκκλησίας ἢ ἐκαινοτόμησας παράβασιν, ἀλλ' ὅμως ὑπὸ τῆς σφραγίδος ἐλέγχῃ· τὸ γὰρ βάπτισμα ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ ὑπεδέξω. Πόθεν δέ σοι καὶ ἡ τοσαύτη ὁμοιότης πρὸς τὴν Σαμάρειαν; Ἔστω ἀπέσχισας, ἔστω ἐνομοθέτησας τοῖς ὑποσκελισθεῖσιν ὑπὸ σοῦ μηκέτι πατεῖν τὸν οἶκον τοῦ θεοῦ, μηκέτι ἀκούειν τῶν ἱερέων τῶν βαπτισάντων καὶ χριστιανόν σε ποιη σάντων· πόθεν δέ σοι καὶ ἡ τῶν σκευῶν παρατήρησις; Ἐκ ποίας παραδόσεως; Ἆρα οἱ ἀπόστολοι κηρύσσοντες τὸν τοῦ θεοῦ λόγον καὶ τὴν οἰκουμένην περιερχόμενοι, χύτρας καὶ πινάκια περιφέροντες πάντων Ἑλλήνων ὄντων καὶ πάντων μαινομένων εἰς εἰδωλολατρίαν; Ἢ ἔχοντες μεθ' ἑαυτῶν τὸν Χριστὸν ᾔδεσαν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἀλλὰ πάντα καθαρὰ τοῖς καθαροῖς καὶ ὅτι ἁγιάζεται διὰ λόγου θεοῦ καὶ ἐντεύξεως, καὶ εἰσερχόμενοι πολλάκις εἰς οἶκον Ἕλληνος εἰ ἠδυνήθησαν πεῖσαι τὸν οἰκοδεσ πότην πιστεῦσαι τῷ θεῷ, εὐθὺς τὸν οἶκον ἐκκλησίαν ἐποίουν. Ὃ γέγονε καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως γενομένου τοῦ ἁγίου ἀποστόλου Παύλου ἐν τῷ οἴκῳ Ὀνησιφόρου· οὐκ ἠρώτησεν ὁ ἀπόστολος ποῖα καθαρὰ σκεύη καὶ ποῖα ἀκάθαρτα, ἀλλ' αὐτὸν τὸν οἶκον, ὡς προείπομεν, ἐκκλησίαν ἐποίησεν. Ἵνα δὲ πείσωμεν αὐτοὺς ὅτι διὰ κενοδοξίαν καὶ ἀλαζονείαν τῶν σκευῶν ἀπέχον ται, καὶ ὅτι εἰς τοσοῦτον ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, τὰς μελίσσας τὰς τὸ κηρίον ἐργαζομένας πάντως ὁρῶσι πῶς ἐπὶ πάντα φέρονται καὶ οὐ μόνον ἐπὶ βοτάνας καὶ ἄνθη, ἀλλὰ καὶ ἐπὶ τὰ νεοσφαγῆ τῶν κρεῶν καὶ ἐπὶ τὰ αἵματα. Καὶ μάλιστα ἔστιν ἰδεῖν καὶ ἐν τῷ καιρῷ τῆς

12
τρύγης πῶς ἐπὶ τὰς σταφυλὰς ἐπικαθέζονται καὶ ἕλκουσι τὸ ἐπὶ τῶν σταφυλῶν γλεῦκος, καὶ μετὰ ταῦτα πάντα ἐπὶ τὸ οἰκεῖον ἔργον ἐπειγομένας καὶ σοφῶς τοῦτο ἐπιτελούσας κατὰ τὴν δοθεῖσαν αὐταῖς σοφίαν παρὰ τοῦ κτίσαντος. Αὐτοὺς δὲ τοὺς μελισσουργοὺς οὐ βλέπουσιν οἶνον χρηστὸν τῷ τε κηρίῳ καὶ ταῖς μελίσσαις περιχέοντας· ἀλλ' ἐπειδὴ τοῦτο γλυκύ ἐστιν, ἡδέως τοῦτο ἐσθίουσι γαστρίμαργοι ὄντες καὶ ἐξ αὐτοῦ οἶνον σκευάζοντες τὴν μέθην ἑαυτῶν παραμυθοῦνται. Εἰ διὰ τὴν καθαρότητα τῶν σκευῶν ἀπείχου, ἔδει μᾶλλον τοῦ μέλιτος ἀπέχεσθαι καὶ μὴ τοῦ πινακίου ἢ τοῦ ποτηρίου τοῦ μηδεμίαν ἡδονὴν δυναμένου σοι παρέχειν. Πάντως γὰρ καὶ τῆς γραφῆς ἐπήκουσας, ὅτι τὸ μέλι ἀκάθαρτον γίνεται· καὶ εἰς θυσιαστήριον, φησὶν ὁ νόμος, οὐκ ἀνενεχθήσεται. Τὸ δὲ ἔλαιον ποίῳ λόγῳ ἐσθίεις; Οὐχ ὁρᾷς ἢ οὐκ ἤκουσας ὅτι εἰς νεοδόρους ἀσκοὺς τοῦτο ἐμβάλλουσιν οἱ ταύτην τὴν πραγματείαν ἐμπορευόμενοι καὶ οὕτως διὰ πολλῶν ἡμερῶν κενώσαντες τοὺς ἀσκοὺς καὶ ἐκθλίψαντες τούτους τὸ ἔλαιον πιπράσκουσιν; Αὐτοὺς δὲ τοὺς τρίβοντας τὴν ἐλαίαν οὐκ ἀκούεις ὑπαλείφοντας τὸν λεγόμενον ἄξονα στέατι χοίρου καὶ οὕτως τὸ ἔλαιον ἐκβάλλοντας, ὡς καὶ αὐτὸ τὸ στέαρ ἐκθλιβόμενον ὑπὸ τῶν ὀργάνων τῶν τὴν ἐλαίαν θλιβόντων καταστάζειν ἐπὶ τὸ ἔλαιον; Ἀλλ' ὅμως σὺ ὁ καθαρός, ὁ τὰ ὄστρακα καὶ τὰ λοιπὰ σκεύη βδελυσσόμενος, ταύτην ἡδέως ἐσθίεις μὴ διακρινόμενος, καὶ ὅπου μὲν ἡδονὴ οὐ πρόσεστι, τουτέστι τῷ πινακίῳ ἢ τῷ ποτηρίῳ, ταῦτα βδελύσσῃ, ὅπου δὲ γλυκύτης καὶ πιότης, ταῦτα ἡδέως ἐσθίεις. Καὶ ἔστω τὰ σκεύη παραφυλάσσῃ ἅπας τὴν Σαμάρειαν ζηλώσας, τῶν μέντοι κρεῶν καὶ τῶν λοιπῶν πραγμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ποίῳ λόγῳ ἀπέχῃ καὶ ταῦτα βδελύσσῃ καὶ βλασφημεῖς τὸν δημιουργόν; Τοῦτο γὰρ οὐκ ἔστι Σαμαρειτικὸν δόγμα μόνον, ἀλλὰ καὶ τῆς βδελυρᾶς καὶ ἀκαθάρτου αἱρέσεως τῶν Μανιχαίων· ἐκείνων γὰρ ἡ διδασκαλία ἐμψύχων ἀπέχεσθαι. Σὺ δὲ παρὰ ποίας γραφῆς ἔμαθες; Τίς σε τοῦτο ἐδίδαξεν; Οὐκ ἤκουσας τῆς γρα φῆς λεγούσης· Ὁ μὲν πρῶτος ἄνθρωπος Ἀδὰμ ἐγέννησε δύο υἱούς, τόν τε Κάϊν καὶ τὸν Ἄβελ· ὁ δὲ Ἄβελ ἐποίμαινε τὰ πρόβατα· ἐγένετο δὲ ἐπὶ τὴν καρδίαν αὐτῶν ἀνελθεῖν προσενέγκαι δῶρα τῷ θεῷ, καὶ ὁ μὲν Κάϊν σπέρματα προσενέγκας οὐ προσεδέχθη διὰ τὴν κακίαν τοῦ τρόπου, ὁ δὲ Ἄβελ λαβὼν ἐκ τῶν πρωτοτόκων προβάτων καὶ τῶν στεάτων προσεκόμισε τῷ θεῷ· καὶ ἐπεῖδε, φησίν, ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ὅρα πῶς τὰ πρωτότοκα καὶ τὰ στέατα δῶρα ὁ θεὸς ὠνόμασεν διὰ τὸ γνησίως αὐτὰ προσδέξα σθαι, τὰ δὲ σπέρματα τοῦ Κάϊν διὰ τὸ μὴ εἶναι αὐτὰ ἐκ τῶν ἀπαρ χῶν θυσίας ὠνόμασεν, ἵνα σε πείσῃ, τὸν ἄπιστον αἱρετικόν, ὅτι καὶ τὰ σπέρματα ἔχει τινὰ ζωτικὴν δύναμιν, ὅπερ ἐν ἑτέρῳ σαφέστερον ἐδείξαμεν σοι, ὅτι ὁ θεὸς τὰ κρέα προσδεξάμενος τῶν σπερμάτων ὑπερεῖδε. Πάντως δὲ καὶ τὸν Νῶε ἀποδοκιμάσεις ἢ καὶ ἀφορίσεις τῆς σῆς ἐγκρατείας καὶ τῆς σῆς ἀποτάξεως, ὅτι μετὰ τὸ διασῶσαι ἑκάστου γένους σπέρμα διὰ τῆς οἰκείας δικαιοσύνης ἀπὸ τοῦ κατακλυσμοῦ, ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ οὐδὲν ἄλλο ἔργον ἐποίησεν ἢ πρῶτον ᾠκοδόμησε θυσιαστήριον τῷ θεῷ· καὶ ὠσφράν θη κύριος ὀσμὴν εὐωδίας καὶ ἐπηγγείλατο τῷ δικαίῳ μηκέτι κατα κλυσμὸν ποιῆσαι ἐπὶ τῆς γῆς. Εἶδες θυσίαν δεκτήν, εἶδες πῶς ἐνέτρεψε τῷ θεῷ ὡς μηκέτι αὐτόν, ἕως οὗ ἔστηκεν ὁ αἰὼν οὗτος, ὀργὴν τοιαύτην ἐπενεγκεῖν τῷ κόσμῳ· καὶ ὁ θεὸς πρὸς αὐτόν· Δέδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου, πλὴν κρέα ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα ἐκζητήσω ἐκ πάντων τῶν θηρίων καὶ ἐκ χειρὸς ἀνθρώπου καὶ ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. Κρέας ἐπέτρεψεν, αἷμα πνικτὸν ἐκώλυσεν. Καὶ τοῦτο ἐπισφραγίζει ἡ καινὴ διαθήκη, ἵνα μὴ νομίσῃς ἄλλον μὲν εἶναι νομοθέτην τῆς παλαιᾶς διαθήκης, ἄλλον δὲ τῆς καινῆς. Τῶν γὰρ ἀποστόλων ἔστιν ἰδεῖν συνηγμένων ἐν Ἱεροσολύμοις, τοῦ τε ἁγίου Παύλου καὶ Βαρναβᾶ κατελθόντων

13
εἰς Ἀντιόχειαν τῆς Συρίας καὶ ἐπιστηριζόντων τοὺς ἀδελφοὺς φυλάσσειν τὰ δόγματα καὶ τὰς παραγγελίας τῶν ἀποστόλων, τινὲς πιστοὶ παραγενόμενοι ἐκ περιτομῆς ἐδίδασκον τοὺς προσηλύτους λέγοντες ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει τοῦ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. Γενομένης δὲ στάσεως καὶ ζητή σεως οὐκ ὀλίγης πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ βαρνα βᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέ ρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Ἀνελθόντες οὖν καὶ διηγησάμενοι τήν τε ἐπιστροφὴν τῶν ἐθνῶν καὶ τὴν προκοπὴν τῶν ἐκκλησιῶν, ἀνέθεντο αὐτοῖς καὶ περὶ τοῦ ζητήματος τούτου. Οἱ δὲ ἀπόστολοι συναχθέντες ἐπὶ τὸ αὐτὸ ἀπέστειλαν αὐτοῖς οὕτως· Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Κιλικίαν καὶ Συρίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυ μαδόν· καὶ ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν βαρναβᾶ καὶ Παύλῳ ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας ταῦτα. Ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι βάρος ὑμῖν πλὴν τούτων τῶν ἐπάναγκες, ἀπέχεσ θαι εἰδωλοθύτου, αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦν τες ἑαυτοὺς εὖ πράσσετε. Ἔρρωσθε. Αὕτη ἡ ἐπιστολὴ τῶν ἀποστόλων ἡ γραφεῖσα ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου διὰ τοῦ εὐαγγελιστοῦ Λουκᾶ. Ἐπειδὴ γὰρ ᾔδει τὸ πνεῦμα τὸ ἅγιον ὅτι τινὲς εἰς τοσαύτην ἀπόνοιαν ἐλθόντες οὐκ ὀκνήσουσι συκο φαντῆσαι τοὺς ἀποστόλους, ὅπερ καὶ γέγονεν, ἐπὶ τὸ αὐτὸ ὄντες γράφουσι τὴν ἐπιστολὴν ταύτην μὴ διακόψαντες γάμον, μὴ κωλύσαντες κρέας ἐσθίειν ἢ πίνειν οἶνον, ἀλλά, καθὼς προγέ γραπται, ἀπέχεσθαι πάντα χριστιανὸν ἀπὸ εἰδωλοθύτων καὶ αἵμα τος καὶ πνικτοῦ καὶ πορνείας. Ἄνω ἐδιδάχθης ὑπ' αὐτοῦ τοῦ θεοῦ ὅτι φάγῃ πᾶν κρέας ὡς λάχανα χόρτου, ἐνταῦθα ἔμαθες παρὰ τῶν ἀποστόλων τίνων δεῖ ἀπέχεσθαι. Διὰ τί τολμᾷς βλασφημεῖν τὰ κτίσματα τοῦ θεοῦ καὶ δι' αὐτῶν τὸν δημιουργὸν ἀτιμάζειν; Εἰ γὰρ ὁ θεὸς πάντα ἐν σοφίᾳ ἐποίησε καὶ ἐπῄνεσεν εἰπὼν καλὰ λίαν καὶ προσενεχθέντων αὐτῷ δώρων καὶ καρπωμάτων ἐδέξατο καὶ τοὺς προσκομίσαντας εὐλόγησε καὶ αὐτοῖς ἐπέτρεψεν ἐσθίειν, σὺ διὰ τί ἄνους καὶ τολμηρός; Πάντως γὰρ ὡς τοὺς μεταλαμβάνοντας κρεῶν ἀνθρώπους κατα κρίνεις, οὕτως καὶ αὐτὸν τὸν δημιουργὸν βλασφημεῖς. Διὰ τί ἐποίησε ταῦτα; Τάχα δὲ καὶ αὐτὸν βδελύξῃ καὶ τῆς δικαιοσύνης ἀλλότριον κρίνεις, ὅτι καὶ αὐτὸς ἐδέξατο θυσίας· ἴσως δὲ καὶ τῷ ἁγίῳ Ἀβραὰμ ἐπισκήψεις, ὅτι τῷ θεῷ θυσίας προσήνεγκε καὶ τοὺς ἀγγέλους ὑποδεξάμενος οὐ διὰ λαχάνων τούτους ἐξένισεν, ἀλλὰ λαβὼν μόσχον ἐκ τῆς ἀγέλης ἐκέλευσε τοῦτον γενέσθαι μετὰ βουτύρου καὶ γάλακτος. Καὶ οὕτως ἐδεξιώσατο τοὺς ἀγγέλους, καὶ οὐ μόνον τοὺς ἀγγέλους, ἀλλὰ γὰρ καὶ αὐτὸν τὸν Χριστόν· ὃ καὶ θαυμάσαι ἄξιον, ὅτι καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομίας τὰ ἑαυτοῦ κτίσματα ἡγίασε καὶ τούτων μετέσχεν, ἵνα μή τις φρονήσῃ ἄλλο μὲν φρονεῖν τὸν πατέρα, ἄλλο δὲ τὸν υἱόν, καθὼς αἱ αἱρέσεις τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν ἐφαντάσθησαν, καὶ ἵνα φανερὸν γένηται τὸ λεγόμενον, ὅτι ὁ υἱὸς τοῦ θεοῦ παρεγένε το πρὸς τὸν Ἀβραάμ. Τότε καθεζομένου αὐτοῦ ὑπὸ τὴν σκηνὴν ἐν μεσημβρίᾳ καὶ ἐπιτηροῦντος τοὺς διοδεύοντας, μή τις αὐτὸν διαλάθῃ ξένος, εἶδε τρεῖς ἄνδρας ἐρχομένους καὶ ὑπήντησεν αὐτοῖς καὶ οὐκ εἶπε· «Κύριοι, εἰ εὗρον χάριν ἐνώπιον ὑμῶν «, ἀλλὰ καί· Εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Βλέπεις πῶς ἐσκόπησεν ὁ τὰ κρέα ἐσθίων καὶ διὰ κρεῶν ξενίζων τοὺς ἐπιδημοῦντας; Εἶδες καρδίαν καθαρὰν πῶς ἔγνω τίς ὁ δεσπότης καὶ τίνες οἱ δοῦλοι; Ὄντως μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Διὰ τοῦτο καὶ μετὰ μικρὸν αὐτὸς ὁ κύριος ἀποστέλλων

14
τοὺς ἀγγέλους εἰς Σόδομα καὶ Γόμορρα λέγει· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ποῖος φίλος οὕτως ἀποκαλύπτει μυστήρια φίλῳ, ὡς ὁ θεὸς ἀπεκάλυψε τῷ Ἀβραάμ; Καὶ νομίζω μέχρι καὶ τῆς σήμερον μὴ ὑπάρξαι τοιοῦτον παρὰ θεοῦ τοῖς λεγομένοις Ἐγκρατέσιν ἢ Ἀποτακτίταις, ὃ ὑπῆρξε τῷ Ἀβραὰμ τῷ ἐσθίοντι κρέα καὶ συνοικοῦντι γυναικί. Τί δὲ καὶ περὶ τοῦ Ἰσαὰκ ἐροῦσι τοῦ φαγόντος τοὺς ἐρίφους ἐσκευασμένους ὑπὸ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἰσενεχθέντας ὑπὸ Ἰακὼβ τοῦ υἱοῦ αὐτοῦ, πῶς φαγὼν τῶν ἐδεσμάτων καὶ πιὼν τοῦ οἴνου εὐλόγησε τὸν Ἰακὼβ λέγων· Δῴη σοι ὁ θεὸς ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνησάτωσάν σε ἄρχοντες καὶ γίνῃ κύριος τοῦ ἀδελφοῦ σου. Καὶ οὐ διέπεσεν εἷς λόγος τῆς εὐλογίας, ἀλλ' ἐπῆλθε πᾶσα ἡ πατρικὴ εὐλογία ἐπὶ τὸν Ἰακώβ. Τί δὲ καὶ περὶ αὐτοῦ τοῦ Ἰακὼβ καὶ πάντων τῶν ἁγίων, λέγω δὴ Μωϋσέως καὶ Ἀαρὼν καὶ ἀκολούθως πάντων τῶν ἁγίων τῶν ἐννόμων εὐαρεστησάντων τῷ θεῷ, πῶς πάντες ἤσθιον κρέας καὶ ηὐχαρίστουν τῷ δημιουργῷ; Αὐτὸς δὲ ὁ ἅγιος Σαμουὴλ ὁ τριετὴς ἀποδοθεὶς τῷ οἴκῳ τοῦ θεοῦ καὶ ἐν τοῖς ἁγίοις τῶν ἁγίων ἀνατραφείς, μεταλαμβάνει τῶν κτισμάτων τοῦ θεοῦ καὶ τὸν Σαοὺλ χρίσας εἰς βασιλέα ἐπέτρεψε τούτῳ ἐσθίειν καὶ παντὶ τῷ λαῷ. Καί τις προφήτης περὶ αὐτῶν· Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Καὶ ἦν ἀκολούθως εἰπεῖν περὶ πάντων τῶν ἁγίων, πῶς πάντες μετ' εὐχαριστίας τῶν κτισμάτων τοῦ θεοῦ μετελάμβανον καὶ τὸν δημιουργὸν ἐδόξαζον. Ἀλλ' ἵνα μὴ τῷ πλήθει τῶν λόγων ὀκνηροτέρους ποιήσωμεν τοὺς ἐντυγ χάνοντας, ἠρκέσθημεν δεῖξαι ὅτι καὶ ὁ θεὸς προσεδέξατο παρὰ τῶν ἁγίων τὰς θυσίας καὶ αὐτοῖς ἐπέτρεψε μετ' εὐχαριστίας καὶ εὐλαβείας ἐσθίειν. Εἰ δὲ καί τις τῶν ἁγίων ἀπέσχετο βρωμάτων πρὸς βραχύ, οὐχ ὡς ἀπὸ ἀκαθάρτων ἀπέσχετο. Ποῖος γὰρ μισθὸς ἀπὸ ἀκαθάρτου ἀπέχεσθαι; Ἀλλ' ἕκαστος τῶν εὐλαβῶν ἀπὸ τῶν ἡδέων καὶ ἐπιτετραμμένων οἷον ἀπέχεταί τις γυναικὸς καίπερ τοῦ θεοῦ ἐπιτρέψαντος μεταλαμβάνειν γυναικός· ἀλλὰ διὰ τοὺς στεφάνους τῆς ἁγνείας τοὺς κρείττονας ἀπέχεται τῆς γυναικὸς ἁγνεύων, οὐδεὶς γὰρ ἀπεχόμενος μοιχείας ἢ πορνείας ἐστεφανώθη. Ταῦτα γὰρ εἰ ἔπραξε, καὶ ὁ τοῦ θεοῦ νόμος καὶ ὁ τῶν ἀνθρώπων κατέκρινεν αὐτόν. Πάλιν ἀπέχεταί τις βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· ἀλλ' ὅμως ἀπεχόμενος τούτων, οὐχ ὡς ἀπὸ ἀκαθάρτων ἀπέχεται, εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχει. Οὐδεὶς γὰρ ἀπεχόμενος ἀπὸ εἰδωλοθύτων ἀνάγκης αὐτῷ μὴ ἐπικειμένης ἐπῃνέθη ἢ μισθὸν περὶ τούτου προσεδόκησεν, ἐν ταύταις δὲ ταῖς ἁγίαις νηστείαις καὶ αὐτοῦ τοῦ ἄρτου καὶ τοῦ ὕδατος ἀπεχόμενος. Τῷ αὐτῷ οὖν λόγῳ καὶ εἴ τις τῶν ἁγίων ἀνδρῶν ἀπέσχετό τινος γάμου ἢ βρωμάτων ἢ οἴνου· οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν ταῖς γραφαῖς τοῦ θεοῦ τινα τῶν ἁγίων πάντων ἀπεχόμενον, ἵνα μὴ δῶσιν αἱρετικοῖς λαβήν. Ἀλλ' εἰ καὶ ἐπαινοῦσι τόνδε τὸν ἅγιον δι' ἁγνείαν, διὰ τὰ βρώμα τα αὐτὸν κατακρίνουσι. Πάλιν ἐὰν εὕρωσί τινα οἴνου ἀπεχόμενον, διὰ τὸν γάμον τοῦτον βδελύσσονται· καὶ ὅλως οὐχ εὑρήσεις τινὰ τῶν ἁγίων δι' ὅλου τῷ δόγματι αὐτῶν συν τρέχοντα. Πλὴν ἀλλὰ καὶ αὐτοὶ ἔχουσί τι καυχήσασθαι περὶ ἐγκρατείας βρωμάτων· ὡς γὰρ ἡμεῖς ἐδείξαμεν τοὺς ἁγίους πατριάρχας καὶ θεῷ προσκομίσαντας τῶν κτισμάτων αὐτοῦ, οὕτως καὶ αὐτοὶ ἔχουσι τὸν Ἠσαῦ μήτε θεῷ θυσίας προσκομί σαντα μήτε κρεῶν ἀπογευσάμενον ἢ οἶνον πιόντα, ἀλλ' ἕψεμα φακοῦ φαγόντα καὶ οὕτως ἀποδόμενον τὰ πρωτοτόκια. Μαρτυρεῖ δὲ τοῦτο καὶ ὁ ἀπόστολος λέγων· Μήτε πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ μιᾶς βρώσεως ἀπέδω τὰ πρωτοτόκια αὐτοῦ. Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρε. Πορνείαν δὲ ἐνταῦθα τὴν γαστρι μαργίαν ὠνόμασεν. Καὶ ταῦτα μὲν ἀπὸ

15
τῆς παλαιᾶς διαθήκης· δείξομεν δὲ αὐτοῖς καὶ ἀπ' αὐτῶν τῶν εὐαγγελίων, ὅτι ὁ Χριστὸς καὶ οἱ ἀπόστολοι καὶ μετελάμβανον τῶν βρωμάτων καὶ τοὺς ἐσθίοντας οὐκ ἐκώλυον. Πρῶτον μὲν γὰρ τεχθεὶς ὁ κύριος ὑπὸ τῆς ἀειπαρ θένου Μαρίας καὶ περιτμηθεὶς τῇ ἡμέρᾳ τῇ ὀγδόῃ κατὰ τὸν νόμον Μωσέως καὶ ἀνατραφεὶς ὑπὸ τοῦ Ἰωσὴφ καὶ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν τῷ ναῷ τοῦ θεοῦ ὅσα τε ὁ νόμος διηγόρευσε καὶ τούτῳ ἐγένετο, ἕως οὗ ἐπληρώθη τὸ τριακοστὸν ἔτος· οὐδὲ γὰρ ἦν δυνατὸν μὴ ἀναβαίνειν αὐτὸν καθ' ἕκαστον ἔτος εἰς τὴν ἑορτὴν τοῦ φαγεῖν τὸ πάσχα, ὅπερ ἦν ὁ ἀμνὸς καὶ τὰ ἀκόλουθα. Καὶ μαρτυρεῖ αὐτὸς ὁ κύριος λέγων· Οὐκ ἦλθον καταλῦ σαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Πληρωθέντος δὲ τοῦ Χρόνου ἐλθὼν ἐπὶ τὸ βάπτισμα καὶ νηστεύσας τεσσαράκοντα ἡμέρας καὶ τεσσαρά κοντα νύκτας ὕστερον ἐπείνασεν, ἵνα πληροφορήσῃ ἕκαστον ὅτι ἀκριβῶς τὸν ἄνθρωπον ἐφόρεσε καὶ οὐ δοκήσει οὐδὲ φαντασίᾳ ἦλθεν ἐπὶ τῆς γῆς. Ἀπέχεται μὲν πάντων διὰ τὴν νηστείαν, ἵνα διδάξῃ νηστεύειν· ἀπέχεται δὲ οὐχ ὡς ἀπὸ ἀκαθάρτων, καθὼς προείπομεν· μετὰ μικρὸν γὰρ εὑρίσκεται μεταλαμβάνων. Διὰ γὰρ τῆς πείνης ἔδειξεν ὅτι τὸ σῶμα ὃ ἐφόρεσε τροφῆς χρείαν εἶχε· πολλάκις γὰρ κληθεὶς ὑπὸ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν καὶ ὑπὸ Σίμωνος τοῦ φαρισαίου ἤσθιε τὰ παρατιθέμενα αὐτῷ καὶ ἐθερά πευε τοὺς ἀρρώστους αὐτῶν. Καὶ ἵνα πείσῃ πάντας ὅτι οὐδὲν παρεφυλάττετο τῶν ἐπιτετραμμένων ἐν τῷ νόμῳ, αὐτὸς μαρτυρεῖ καὶ οὐκ ἂν διεψεύσατο ἡ ἀλήθεια· λέγει γὰρ οὕτως ὀνειδίζων τὸ σκληρὸν τοῦ λαοῦ· Ἦλθεν ὁ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγετε· δαιμόνιον ἔχει· εἶτα περὶ ἑαυτοῦ· Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. Τίς τολμήσει ἔτι θεομαχῆσαι καὶ τῇ ἀληθείᾳ ἀντιστῆναι; Καὶ ἐν ἑτέρῳ αὐτὸς ὁ κύριος· Οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκ τῆς καρδίας ἐκπο ρευόμενα, ταῦτα μιαίνει τὸν ἄνθρωπον. Καὶ τοὺς μαθητὰς δὲ ἀποστέλλων ἐπὶ τὸ κήρυγμα παρήγγειλεν αὐτοῖς· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν καὶ θεραπεύετε τοὺς ἀρρώστους αὐτῶν. Καὶ οὐκ εἶπεν αὐτοῖς πολυπραγμονεῖν εἰ χύτρα καὶ πινάκιον καθαρόν, ἀλλ' ἁπλῶς τὰ παρατιθέμενα ἐσθίετε. Τὰ δὲ πλήθη τὰ παρακολου θοῦντα αὐτῷ πῶς ἐκόρεσε; Τοὺς πεντακισχιλίους λέγω καὶ τοὺς τετρακισχιλίους. Πῶς; σὺν τοῖς ἄρτοις καὶ τοὺς ἰχθύας αὐτοῖς ἐπέδωκεν. Ἐκέλευσε γὰρ τοὺς ὄχλους ἀναπεσεῖν καὶ εὐλογήσας τοὺς ἄρτους καὶ τοὺς ἰχθύας ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Ἤθελον ἐρωτῆσαι τὸν αἱρετικόν· «Εἰ παρῆς, ἐλάμβανες τὴν εὐλογίαν τοῦ Χριστοῦ ἢ διὰ τοὺς ἰχθύας τὴν εὐλογίαν ἀπεστρέφου «; Πάντως δὲ καὶ αὐτὸν τὸν Χριστὸν ἂν ἐβδελύσσου, ὅτι τὰ ἔμψυχα τῷ λαῷ παρέθηκεν εἰς βρῶσιν καὶ ἀπόλαυσιν. Ἀλλ' ὅμως τολμῶσι λέγειν οἱ ἀεὶ τῷ Χριστῷ ἀντι πίπτοντες, ὅτι ἀπὸ τῶν ἰχθύων οὐκ ἐπερίττευσεν. Πρῶτον μέν, σὺ τίς εἶ ὁ ἀποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· σὺ τί με ἐποίησας οὕτως; Οὐ φρίττεις τὸ μυστήριον; Οὐκ ἐκπλήττῃ ἐπὶ τῷ παραδόξῳ, ὅτι ἀπὸ πέντε ἄρτων καὶ δύο ἰχθύων τοσαῦτα πλήθη ἐκορέσθη, ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἑπτὰ ἄρτων καὶ ἀπὸ τῶν δύο ἰχθύων τὸ αὐτὸ γέγονε; Πλὴν ἵνα φραγῇ πᾶν στόμα ἀναίσχυντον, Μάρκος ὁ εὐαγγελιστὴς εἶπε πεπερισσευκέναι καὶ ἀπὸ τῶν ἰχθύων. Ἆρα οὐκ ἂν ἄρτι παύσῃ συζητῶν τῷ κυρίῳ; Ἢ ἐπιμενεῖς ἐπὶ τῇ ἀναισχυντίᾳ; Τὸ δὲ ὠὸν ποῦ ἔμαθες ἀποφεύγειν ὡς δηλητήριον; Τίνα δὲ ἔγνως ποτὲ ὅτι φαγὼν ὠὸν κατεκρίθη ἢ ἀπώλετο; Ἢ ποῦ θεὸς ἐν ταῖς γραφαῖς ἐκώλυσεν ὠὸν ἐσθίειν; Σὺ δὲ ὑπὲρ πᾶσαν πορνείαν καὶ μοιχείαν τὸ ὠὸν φοβῇ καὶ ταῖς μὲν ἀλλοτρίαις γυναιξὶ καταμόνας ἡδέως συζῇς μὴ λογιζόμενος τὴν βλάβην, ὠὸν δὲ ὡς βδέλυγμα φυλάττῃ. Τάχα δὲ καὶ ἐκ τῆς πολλῆς ἀδιαφορίας οὐδὲ αἰσθάνῃ αὐτοῦ τοῦ κυρίου λέγοντος· Πᾶς ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, συντυχία*. Σὺ δὲ πῶς ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ ἀεὶ συνοικῶν ἀλλοτρίαις; Φύγε ἀπὸ γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως, ὥς φησιν ἡ

16
γραφή· καὶ Τίς ἀποδήσει πῦρ ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ ἱμάτια οὐ κατακαύσει; Ἢ τίς περιπατήσει ἐπ' ἀνθράκων, τοὺς δὲ πόδας οὐ κατακαύσει; Καὶ ἐπήγαγεν εἰπὼν οὕτως· Ὁ εἰσερχόμενος εἰς γυναῖκα ἀλλοτρίαν οὐκ ἀτιμώρητος ἔσται κακῶν καὶ τὰ ἑξῆς. Εἴτε γὰρ παρθένος ἐστὶν εἴτε ὕπανδρος, ἀλλοτρία σου ἐστί· καὶ ἐδιδάχθης ταύτας ἀποφεύγειν, οὐχὶ δὲ τὸ ὠόν. Θῶμεν δὲ ὅτι αὐτό σε βλάπτει, ὅπερ ἀδύνατόν ἐστιν, ἀλλ' ὅμως διὰ τούτων τῶν λόγων παγιδεύεις τὰ ἄθλια γυναικάρια λέγων· «Οὐ βλάπτομαι «. Εἰ γὰρ ἦς ἄσαρκος καὶ σῶμα μὴ ἐφόρεις, καὶ ὄντως οὐκ ἂν ἔπασχες, ἀλλ' ὅμως διὰ τὸ σκανδαλί ζειν πολλοὺς ὑπέπεσας ἂν τῇ τιμωρίᾳ τοῦ θεοῦ σαφῶς εἰπόντος ὅτι Συμφέρει ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ εἰς τὸ πέλαγος ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Ἡμεῖς δὲ δείξομεν ὅτι τὸ ὠὸν ὁ κύριος ἀποδέχεται καὶ ἀγαθὸν ὀνομάζει· καὶ τοῦτο γὰρ ἴδιον κτίσμα. Διδάσκων γὰρ τοὺς μαθητὰς λέγει· Ἐὰν αἰτήσῃ ὁ υἱὸς τὸν πατέρα αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Καὶ ἐὰν αἰτήσῃ ἰχθύν, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Καὶ ἐὰν αἰτήσῃ ὠόν, μὴ σκορπίον ἐπιδώσει αὐτῷ; Καὶ εὐθὺς ἐπάγει· Ἐὰν οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ παρέχειν τοῖς τέκνοις ὑμῶν καὶ τὰ ἑξῆς. Ὁρᾷς πῶς τὸν ἄρτον καὶ τὸ ὠὸν καὶ τὸ ὀψάριον ἀγαθὰ ἐκάλεσεν, ἐπειδὴ ἀγαθοῦ θεοῦ εἰσι κτίσμα; Σὺ δὲ φιλονεικεῖς διὰ τοῦ σοῦ τύφου δεῖξαι τὸν δημιουρ γὸν κακῶν ποιητήν, ἀλλ' οὐδεὶς ἀγαθὸς κατὰ τὸ εὐαγγέλιον εἰ μὴ εἷς ὁ θεός· ἀγαθὸς δὲ ὢν πάντα τὰ ἀγαθὰ ἀφθόνως ἐδημιούργησε. Καὶ ἱκανὰ μὲν ἦν καὶ ταῦτα πεῖσαι πάντας ἀνθρώπους, ὅτι ὁ δημιουργὸς τῶν ὅλων πάντα ἐποίησεν εἰς χρῆσιν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις καὶ ὅτι ἡγίασε τὰ ἑαυτοῦ κτίσματα, καθὼς ἀπέδειξεν ὁ λόγος. Ἀλλ' ἐπὶ πλείονα διδάξομεν τὰ τέκνα τῆς ἐκκλησίας καὶ ἐλέγξομεν τοὺς ἀντικειμένους ἀεὶ καὶ ἀντινομοθετοῦντας τῷ θεῷ· πείσομεν ἕκαστον ὅτι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μέχρι τοῦ πάθους κρέα ἤσθιε καὶ οὐδαμοῦ δι' ὅλης τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ταῦτα ἐβδελύξατο ἢ ἐκώλυσεν ἐσθίειν. Τί γὰρ λέγει τὸ εὐαγγέλιον; Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες, ὅτε τὸ πάσχα ἔθυον· Ῥαββί, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Τίς δὲ ἀνθρώπων μάλιστα πιστῶν τὸ πάσχα τοῦτο ἀγνοεῖ; Ἔδειξε γὰρ καὶ διὰ τοῦ καιροῦ καὶ διὰ τῶν ἀζύμων τὸν θυόμενον ἀμνόν, ὃν ἔδειξεν ὁ νόμος· ἔδει γὰρ πληρωθῆναι τὸν νόμον διὰ τοῦ πάσχα τούτου καὶ ἀρχὴν λαβεῖν τὴν καινὴν διαθήκην διὰ τοῦ ἀληθινοῦ ἀμνοῦ. Καὶ πεμφθέντες οἱ ἀπόστολοι ἡτοίμασαν τὸ πάσχα τὸ ἔννομον, ὃ ὁ κύριος μετὰ τῶν ἑαυτοῦ μαθητῶν λέγει· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν, ἐπειδὴ ἐν τοῖς παρελθοῦσι χρόνοις τῆς ἐνσάρκου οἰκονομίας καθ' ἕκαστον ἔτος ἤσθιε τὸ πάσχα. Οὐδὲ γὰρ ἦν δυνατὸν τούτου ἀμελῆσαι· γέγραπται γὰρ ἐν τῷ Λουκᾷ· Ἀναβαίνοντος τούτου εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆςἑορτῆς. Ἀλλ' ὅμως οὐ μετὰ τοσαύτης ἐπιθυμίας τοῦτο ἤσθιε διὰ τὸ ἔτι μακρὰν ἀπέχειν τὸ ἴδιον πάσχα· ὅτε δὲ ἐπλησίασεν ἡ χάρις τοῦ γένους τῶν ἀνθρώπων καὶ ἔμελλεν ἑαυτὸν παραδοῦναι ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, μετὰ πολλῆς ἐπιθυμίας ἤσθιε τὸ πάσχα μετὰ τῶν μαθητῶν αὐτοῦ. Δέδεικται οὖν καὶ ἐν τούτῳ ὅτι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ μέχρι τοῦ πάθους αὐτοῦ μετελάμβανον τῶν κτισμάτων αὐτοῦ· μᾶλλον δὲ αὐτὸς ὁ κύριος διὰ τῆς οἰκείας αὐτοῦ ἀγαθότητος καὶ οἰκονομίας ἡγίαζε τὰ ἑαυτοῦ κτίσματα. Καὶ ταῦτα μὲν μέχρι τοῦ πάθους. Τί δὲ μετὰ τὴν ἀνάστασιν; Ἵνα μή τις ἀπιστῇ τῇ οἰκονομίᾳ μηδὲ νομίσῃ τις ὅτι χωρὶς σαρκὸς ἐπεδήμησεν ὁ κύριος τῷ γένει τῶν ἀνθρώπων, μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν ἐμφανίζεται τοῖς μαθηταῖς αὐτοῦ καὶ δείκνυσιν αὐτοῖς τοὺς τύπους τῶν ἥλων καὶ τὴν πληγὴν τῆς πλευρᾶς, ἣν ἔλαβεν ὑπὸ τοῦ στρατιώτου τῇ λόγχῃ. Καὶ πάλιν μετὰ ταῦτα φανεροῖ ἑαυτὸν τοῖς μαθηταῖς αὐτοῦ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Λέγει γὰρ ὁ ἅγιος Ἰωάννης ὁ εὐαγγελιστὴς οὕτως· Ἦσαν

17
ὁμοῦ Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, περὶ οὗ ὁ κύριος ἐμαρτύρησεν· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν· ἦσαν δὲ καὶ οἱ υἱοὶ Ζεβεδαίου, Ἰωάννης καὶ Ἰάκωβος, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον οὖν καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ γενομένης ἔστη ὁ Ἰησοῦς ἐπὶ τοῦ αἰγιαλοῦ· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· οὔ. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε. Ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς, τουτέστιν αὐτὸς ὁ Ἰωάννης· ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ κύριός ἐστιν, ἔλαβε τὸν ἐπενδύτην καὶ ἐζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλ' ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. Ἔρχεται ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. Καὶ ὅτε ἠρίστησαν, τότε ἀκολούθως ἐντέλλεται τῷ Πέτρῳ καὶ τοῖς λοι ποῖς ἀποστόλοις, πῶς ποιμανοῦσι τὴν ἀνθρωπότητα. Ὁρᾷς ἀγαθότητα θεοῦ; Ὁρᾷς φιλανθρωπίαν δεσπότου; Οὐ κατέγνω τῶν ἀποστόλων οὐδὲ ᾐτιάσατο τούτους οὐδὲ ἔπληξεν αὐτοὺς λέγων· «Διὰ τί κατελίπετε τὸ κήρυγμα καὶ ἐπὶ τὴν ἄγραν τῶν ἰχθύων ἐτράπητε «; Ἀλλὰ καὶ ἐπισκέπτεται τούτους καὶ παρακα λεῖ αὐτοῖς καὶ συνεργεῖ αὐτοῖς πρὸς τὴν θήραν καὶ ἄριστον αὐτοῖς εὐτρεπίζει ἑτοιμάσας ἄρτον καὶ τὸ ὀψάριον, ἵνα καὶ ἐν τούτῳ δείξῃ ὅτι γῆς καὶ θαλάσσης αὐτός ἐστι δημιουργός. Τί δὲ καὶ ὁ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ μετὰ τὴν ἀνάστασιν λέγει; Πρῶτον γὰρ τὰς ἁγίας γυναῖκάς φησιν ἑωρακέ ναι τὸ μνημεῖον ἀνεῳγμένον καὶ ἀκοῦσαι παρὰ τῶν ἀγγέλων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλὰ καθὼς εἶπεν ἠγέρθη ἀπὸ τῶν νεκρῶν. Ταῦτα μαθοῦσαι παρὰ τῶν ἀγγέλων ἀπήγγειλαν τοῖς ἕνδεκα μαθηταῖς, ὅτι ἠγέρθη ὁ κύριος ἀπὸ τῶν νεκρῶν. Ὁ δὲ ἅγιος Πέτρος ἀκούσας ἔδραμεν ἐπὶ τὸ μνημεῖον καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων. Δύο δέ τινες ἐξ αὐτῶν ἦσαν πορευόμενοι εἰς κώμην τινά, οἷς καὶ ὀφθεὶς ὁ κύριος ἐξελέγξας τὴν ἀπιστίαν αὐτῶν ἐδίδασκεν αὐτούς, ὅτι δεῖ παθεῖν τὸν Χριστὸν κύριον καὶ ἀναστῆναι. Καὶ ὑποστρεψάντων αὐτῶν εἰς Ἱερουσαλὴμ καὶ διηγουμένων τοῖς ἕνδεκα μαθηταῖς πῶς ὤφθη αὐτοῖς ὁ κύριος ἐν τῇ ὁδῷ, καὶ τῶν μαθητῶν ἔτι ταρασσομένων καὶ διαλογιζομένων περὶ τούτου, αὐτὸς ὁ κύριος ἔστη ἐν μέσῳ αὐτῶν, εἰρήνη ὑμῖν λέγων, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Πτοηθέντες δὲ καὶ ἔντρομοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν, ἵνα πείσῃ αὐτοὺς καὶ διὰ τοῦ βρώματος, ὅτι αὐτός ἐστιν ὁ καὶ πρὸ τοῦ πάθους συνὼν αὐτοῖς καὶ συνδιαιτώμενος.

18
Τίς ἔτι τολμήσει θεομαχῆσαι; Τίς εἰς τοσαύτην ἀπιστίαν κατενεχθήσεται ὥστε τούτοις ἀπιστῆσαι; Εἴπερ πανταχοῦ ἀποδέδεικται διά τε τῆς παλαιᾶς καὶ καινῆς διαθήκης ἁγιαζόμενα τὰ κτίσματα τοῦ θεοῦ, εἴτε γὰρ προσφέρεται θεῷ, εἴτε καὶ μεταλαμβάνει ὁ Χριστὸς ὁ ἐνανθρωπήσας, διὰ πάντων τὰ ἑαυτοῦ κτίσματα ἁγιάζεται. Παυσάτωσαν οὖν οἱ αἱρετικοὶ διορθούμενοι τὸν θεόν. Τὸ γὰρ λέγειν· «Τοῦτο καλῶς ἐποίησε, τοῦτο ἐσφάλη ποιήσας «, οὐκ ἔστιν ἀνθρώπου νοῦν ἔχοντος, ἀλλὰ μαινομένου καὶ θεομαχοῦντος. Ἴδωμεν δέ, εἰ αὐτοὶ πάντων τῶν ἐμψύχων ἀπέχονται κατὰ τὴν διδασκαλίαν τῶν ἀκαθάρτων Μανιχαίων. Ἐκείνων γὰρ οἱ ἔξαρχοι ἅπαξ νομοθετήσαντες ἐμψύχων ἀπέχεσθαι διὰ τὴν ἐνοικοῦσαν ἐν αὐτοῖς ἀσέβειαν, καὶ τὰ φυόμενα ἐκ τῆς γῆς ἔμψυχα εἶπον· ἀπεσπάσαντο δὲ ἐκ τῶν γραφῶν τὰς μαρτυρίας· ὡς γὰρ λέγει ἐν τῷ Δανιήλ· Εὐλογεῖτε τὰ θηρία καὶ κτήνη καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον, οὕτως φησίν· Εὐλογεῖτε πάντα τὰ φυόμενα ἐκ τῆς γῆς τὸν κύριον. Καὶ ἀκολούθως τῇ οἰκείᾳ ἀσεβείᾳ ἀκολουθήσαντες εἰς τὸν κρημνὸν τῆς πλάνης κατερράγησαν· οὐδὲ γὰρ ἔτι δυνατὸν ζῆσαι ἐν σαρκὶ ἐκείνους αὐτοὺς τοὺς ταῦτα λέγοντας. Ἀκόλουθον δὲ ἕπεσθαι καὶ τοὺς μιμητὰς ἐκείνων τοῖς διδασκάλοις· ὅτι γὰρ ζωτικὴν δύναμιν καὶ σώματα ἔχει τὰ σπέρματα, τοῦτο καὶ ἡμεῖς λέγομεν· τὸ δὲ ἀπέχεσθαι ἐμψύχων, τοῦτο σαυτῷ ἐνομοθέτησας· καὶ ἐπειδὴ τῇ τοῦ κυρίου διαταγῇ ἀνθέστηκας, κἂν τὴν αὐτοῦ ὁμολογίαν φύλαξον ἀπεχόμενος τῶν ἐμψύχων καὶ τῶν ἀλλοτρίων σωμάτων. Λέγει γὰρ ὁ κύριος ἐν εὐαγγελίοις περὶ τῶν σπερμάτων· Ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει. Δῆλον ὅτι ὁ ζῶν ἀποθνῄσκει· σὺ δὲ ἅπαξ παρεφυλάξω ἐσθίειν τὰ κεκτημένα τὴν ζωτικὴν δύναμιν. Καὶ ὁ ἀπόστολος Παῦλος· Σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν. Ἀποδέδεικται καὶ περὶ τῶν σπερμάτων, πῶς ἀποθνῄσκει καὶ ζωοποιεῖται καὶ ὅτι ὁ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν.
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
http://khazarzar.skeptik.net/pgm/PG_Migne/Amphilochius%20Iconiensis_PG%2039/Contra%20haereticos.pdf

1 σχόλιο:

Τα σχόλιά σας είναι ευπρόσδεκτα όταν διατυπώνονται με ευπρέπεια και ευγένεια.